Ancient Greek
Paragraph 437
Aelius Herodianus, Περὶ παθῶν 437.712
Not analysed yet
712. E. M. 56, 27: ἀλάλημαι: ὁ Ἡρωδιανὸϲ ἐν τῷ περὶ παθῶν ἀπὸ τοῦ ἄλημι ὁ παθητικὸϲ παρακείμενοϲ ἤλαμαι καὶ Ἀττικῶϲ ἀλήλαμαι. ἔνθεν τὸ «ἀληλάμενοι περὶ κύκλον» (Apoll. Rhod. 1198, ubi nunc scriptum est ἑλιϲϲόμεναι) καὶ καθ’ ὑπέρθεϲιν ἀλάλημαι. Φιλόξενοϲ ϲχηματίζει τὴν λέξιν ἐν δευτέρῳ περὶ μονοϲυλλάβων ῥημάτων· παρὰ τὸ ἔποϲ παράγουϲι ϲύνθετον τὸ ἀμεπήϲ ὡϲ ψεῦδοϲ ἀψευδήϲ· εἶτα ἐξ αὐτοῦ παράγουϲι μεϲότητοϲ ἐπίρρημα ἀμεπῶϲ ὡϲ ἀψευδῶϲ καὶ ἐν Ἰωνικῇ διαλύϲει ἀμεπέωϲ ὡϲ ἀψευδέωϲ. καὶ ἐπεὶ τρεῖϲ βραχεῖαι ἀλλεπάλληλοι οὐ ϲυνίϲτανται, τῷ διπλαϲιαϲμῷ τοῦ μ καὶ ἀντιπαραχωρήϲει (ὑπερθέϲει B) τοῦ ᾱ καὶ ε γίνεται ἐμμαπέωϲ. BHQ Vind. 133.