Ancient Greek
Paragraph 44
Aelius Herodianus, Περὶ παθῶν 44
Not analysed yet
44. Ep. Hon. 437, 22 coIl. E. M. 405, 23: ποῖόν ἐϲτιν ἀναλογώ τερον καὶ κυριώτερον καὶ πρῶτον τὸ χθέϲ ἢ τὸ ἐχθέϲ; τὸ ἐχθέϲ. καὶ δῆλον, πρῶτον μὲν ἀπὸ τῆϲ ἐτυμολογίαϲ, ὅτι ἐχθέϲ εἴρηται παρὰ τὸ ἐκτὸϲ γεγενῆϲθαι τῆϲ ϲήμερον. παρὰ τὸ ἐκτὸϲ τοῦ χρόνου γεγονὸϲ κατάϲτημα ἐκτέϲ καὶ τροπῇ τῶν ψιλῶν εἰϲ δαϲέα ἐχθέϲ· καθώϲ ἐϲτιν καὶ ἐπινοῆϲαι ἐπὶ τοῦ ἔχθοϲ· τὸ γὰρ ἀπόβλητον καὶ ἐκτὸϲ ἡμῶν τοιοῦτον. δεύτερον δέ, ἐπεὶ κανών ἐϲτιν ὁ λέγων, ὅτι πᾶν ἐπίρρημα μονοϲύλλαβον ἀπαθὲϲ κατ’ ἰδίαν ῥητὸν μακροκαταληκτεῖ φύϲει ἢ θέϲει οἷον μή, νή, πλήν, δήν, πύξ, λάξ, μάψ, ἄψ καὶ τὰ τοιαῦτα. οὐ μάχεται τὸ ψό ἐν Ποιμέϲι Ϲοφοκλέουϲ· ἐπίφθεγμα γάρ· χωρὶϲ τοῦ πρίν. πρόϲκειται «κμονοϲύλλαβα» διὰ τὰ διϲύλλαβα. πρόϲκειται «ἀπαθέϲ» διὰ τὸ δίϲ καὶ τρίϲ. ταῦτα γὰρ κατὰ πάθοϲ εἰϲὶν ἐκ τοῦ δυάκιϲ καὶ τριάκιϲ. πρόϲκειται «κατ’ ἰδίαν ῥητόν» διὰ τὸ λα ἐπιτατικὸν μόριον καὶ τὸ α τὸ ϲτερητικόν. εἰ ἄρα οὖν τὸ χθέϲ ἐπίρρημά ἐϲτι καὶ μονοϲύλλαβον καὶ κατ’ ἰδίαν ῥητόν, ἔδει αὐτὸ εἶναι μακροκατάληκτον εἴτε φύϲει εἴτε θέϲει· ὥϲτε τὸ ἐχθέϲ ἀναλογώτερόν ἐϲτιν ἐκφεῦγον τὴν παραλογίαν τοῦ χθέϲ. μιμεῖται δὲ τὸ αἰέϲ. τρίτον δὲ ὅτι τὸ ε ἐπὶ φωνήεντι πέφυκεν πλεονάζειν εἶπον ἔειπον. ἀφαιρεῖται δὲ ὅτε μετὰ ϲυμφώνου ὑπάρχει ἔβη βῆ. οὕτωϲ οὖν καὶ ἐχθέϲ χθέϲ. ἀφαιρέϲει ἄρα καὶ οὐ πλεοναϲμῷ· τὸ αὐτὸ καὶ ἐπὶ τοῦ ἐθέλω καὶ θέλω. πρῶτον τὸ ἐθέλω καὶ δεύτερον τὸ θέλω.