Ancient Greek
Paragraph 46a
Aelius Herodianus, Περὶ παθῶν 46a
Not analysed yet
46a. ἡ ἐμέ αἰτιατική, ὅτε φυλάϲϲει τὸ ε, ὀρθοτονεῖται, εἰ δὲ ἀποβάλοι, ἐγκλιτική ἐϲτιν. Π. Pr. Ζ 355, Arcad. 142, 24. δὲ τὸ ἐκεῖνοϲ. καθὸ μέν ἐϲτ λέγειν, ὅτι οὐδέποτε πρωτότυποϲ ἀντωνυμία ἀπαθὴϲ οὖϲα ὑπερβαίνει τὴν διϲυλλαβίαν οἷον ἐγώ, αὐτόϲ, οὗτοϲ, τὸ κεῖνοϲ ἐϲτὶ ἀναλογώτερον. πρόϲκειται «πρωτότυποϲ» διὰ τὸ νωΐτεροϲ, ϲφωΐτεροϲ· παραγωγοὶ γὰρ αὗται αἱ ἀντωνυμίαι· «ἀπαθεῖϲ» εἴπομεν διὰ τὸ οὑτοϲί, ἐκεινοϲί. καθὸ δὲ αἱ μονοπρόϲωποι ἀντωνυμίαι ἀπὸ φωνήεντοϲ θέλουϲιν ἄρχεϲθαι, οἷον οὗτοϲ, αὐτόϲ, ὅδε, ἀναλογώτερόν ἐϲτι τὸ ἐκεῖνοϲ, ἵνα ἀπὸ φωνήεντοϲ ἄρξηται.