Ancient Greek
Paragraph 49a
Aelius Herodianus, Περὶ παθῶν 49a
Not analysed yet
49a. ἀάπτουϲ. ἐμοὶ δοκεῖ παρὰ τὸ ἰάπτω γεγενῆϲθαι, ὃ ϲημαίνει τὸ διαφθείρω καὶ βλάπτω· ἔνθεν τὸ «πολλὰϲ δ’ ἰφθίμουϲ ψυχὰϲ Ἄϊδι προΐαψεν »καὶ μέϲον αὐτοῦ κατ’ ἔλλειψιν τοῦ α «μέγα δ’ ἴψαο λαὸν Ἀχαιῶν »(454). ἔνθεν καὶ τὸ ἴψ· ἔϲτι δὲ θηρίον διατρῶγον τὰ ξύλα. ἀπὸ δὴ τούτου τοῦ ἰάπϲω τὸ ἀϊάπτουϲ ἦν καὶ κατ’ ἔλλειψιν τοῦ ι ἀάπτουϲ ἤτοι τὰϲ μὴ δυναμέναϲ διαφθαρῆναι καὶ βλαβῆναι, ἢ κατ’ ἐπίταϲιν τὰϲ ἄγαν δυναμέναϲ βλάψαι καὶ διαφθεῖραι. Π. Pr. Α 567.