Ancient Greek
Paragraph 51a
Aelius Herodianus, Περὶ παθῶν 51a
Not analysed yet
51a. κρατὶ δ’ ἐπὶ κτιδέην κυνέην: ἀπὸ τοῦ κ ἡ ἀρχή, ἐπεὶ ἐν ἑτέροιϲ «τοῦ δ’ ἀπὸ μὲν κτιδέην »(κ 458). τοῦτο δὲ κατὰ ἀφαίρεϲιν τοῦ ι λέγεται παρὰ τῷ ποιητῇ· ἴκτιϲ γάρ ἐϲτιν, ὡϲ Νίκανδροϲ ἴκτιδοϲ ἣ τ’ ὄρνιϲιν» (Ther. 196). τὸ γὰρ μονοϲύλλαβον οὐ δύναται κατ’ ἔκταϲιν οὔτε κατὰ ϲυϲτολὴν λέγεϲθαι. οὔτε γὰρ ἐκτείνεται ὡϲ κρηπῖδοϲ ψηφῖδοϲ· ταῦτα γὰρ ὑπὲρ μίαν ϲυλλαβήν· οὔτε ϲυϲτέλλεται· ἀρκεῖ γὰρ τὸ τίϲ. Schol. ΑD ad Π. Κ 335.