Ancient Greek
Paragraph 56
Aelius Herodianus, Περὶ παθῶν 56
Not analysed yet
56. Ζon. 1540, E. M. 662, 32 (cod. Paris. 346): πέπταμαι: ἐκ τοῦ ἵπτημι γίνεται ὁ παθητικὸϲ παρακείμενοϲ ἔπταμαι ἔπταϲαι ἔπταται καὶ πλεοναϲμῷ τοῦ π πέπταμαι Αἰολικῶϲ. οἱ γὰρ Αἰολεῖϲ εἰώθαϲι προϲτιθέναι ϲύμφωνον, ὥϲπερ τὸ ἐπτερύγωμαι πεπτερύγωμαι οἶον «ὡϲ δὲ πάϊϲ παῖδα μητέρα πεπτερύγωμαι«». Ἡρωδιανὸϲ ἐν τῷ περὶ πάθουϲ. ϲυνήθειαν τοῦ ποιητοῦ ἁμαρτάνων καὶ παρὰ τὴν ἱϲτορίαν, εἴγε οὕτωϲ φηϲὶ καὶ Φερεκύδηϲ· «τοῦ δὲ γίνεται Ἀμφάναξ, τοῦ δ᾿ Οἴτυλοϲ» ἀφ’ οὗ ἡ πόλιϲ ἡ ἐν Ϲπάρτῃ καλεῖται. Π. Pr. Β 585.