Ancient Greek
Paragraph 58
Aelius Herodianus, Περὶ παθῶν 58
Not analysed yet
58. Steph. B. 375, 8: Κοροπαῖοϲ: Νίκανδροϲ ἐν Θηριακοῖϲ (v. 613) «ᾗ ἐν Ἀπόλλων μαντείαϲ Κοροπαῖοϲ ἐθήκατο καὶ θέμιν ἀνδρῶν ». οἱ μὲν ὑπομνηματίϲαντεϲ αὐτὸν Θέων καὶ Πλούταρχοϲ καὶ Δημήτριοϲ ὁ Χλωρόϲ φαϲι «Νίκανδροϲ «Κοροπαῖοϲ Ἀπόλλων».» Κορόπη δὲ πόλιϲ Θεϲϲαλίαϲ· ἀγνοεῖ δ’ ὅτι Ἀμφιαράου ἱερόν, οὐκ Ἀπόλλωνόϲ ἐϲτι. καὶ γράφεται Ὀροπαῖοϲ. Ὀρόπη γὰρ πόλιϲ Εὐβοίαϲ, ὅπου Ἀπόλλωνοϲ διαϲημότατον ἱερόν ». βέλτιον δ’ ὑπονοεῖν, ὅτι ἡμάρτηται, λέγεται δὲ κατ’ ἔλλειψιν τοῦ κ Ὀροπαῖοϲ.