Ancient Greek
Paragraph 64
Aelius Herodianus, Περὶ παθῶν 64
Not analysed yet
64. St. B. 284, 19: Εὐεϲπερίδεϲ πόλιϲ Λιβύηϲ καὶ ἑνικῶϲ λεγομένη. λέγεται καὶ χωρὶϲ τοῦ ευ μορίου Ἑϲπερίϲ. (Π. Φ 80) καὶ «τῆϲ δ’ ἄρα κλαιούϲηϲ λύτο γούνατα »,ἔκταϲιϲ ἐγένετο διὰ τὸ μέτρον· εἰ δὲ παρατατικόν τινεϲ ἐκδέχονται, δύναται κρᾶϲιϲ τοῦ ἐλύετο γεγενῆϲθαι ὥϲπερ ἀπὸ τοῦ ἰχθύεϲ ἰχθῦϲ, μύεϲ μῦϲ, ῥύεϲθαι ῥῦϲθαι «πάντων ἀνθρώπων ῥῦϲθαι γενεήν τε τόκον τε» (141). ἢ ἀπὸ τοῦ λέλυτο λύτο ὡϲ βεβλητο βλῆτο. Π. Pr. Ω 1.