Ancient Greek
Paragraph 77
Aelius Herodianus, Περὶ παθῶν 77
Not analysed yet
77. Ep. Hom. 421, 31: ἡ ὑπό ἐξαίρετόν τι πέπονθεν, ὅτι ἅμα τῷ πλεονάϲαι τὸ ῑ ἡ τροπὴ γέγονε τοῦ ο εἰϲ α, ὑπό ὑπαί· πολλάκιϲ δὲ πλεονάζει ἡ τροπὴ τοῦ ο εἰϲ τὸ α μεϲοπόλιοϲ μεϲαιπόλιοϲ, Κλυτομνήϲτρα Κλυταιμνήϲτρα «ἑλαιθερὲϲ ὕδωρ»· οἱ δὲ Αἰολεῖϲ τὴν ὑπέρ ἰπέρ λέγουϲι, καὶ τὴν ὑπό ὐπά ἢ γὰρ τὴν ἀρχὴν τρέπουϲιν οἱ Αἰολεῖϲ καὶ τὸ τέλοϲ φυλάϲϲουϲιν ἢ τὸ τέλοϲ τρέπουϲι φυλάττοντεϲ τὴν ἀρχήν, ψιλοῦϲι δὲ τὸ ῑ. κὸϲ i. e. Ἡρωδιανόϲ) παρὰ Ῥηγίνοιϲ· πάλι πάλιν, πέρυϲι πέρυον, ὃ καὶ πέρυτιϲ λέγεται Δωρικῶϲ· αἶιν, ὅπερ ἀπὸ τοῦ αἰεί γέγονεν· νυνίν, οὗτωϲίν.