Ancient Greek
Paragraph 81
Aelius Herodianus, Περὶ παθῶν 81
Not analysed yet
81. E. M. 341, 44: Ἰϲτέον ὥϲ φηϲιν ὁ τεχνικόϲ, ἔθοϲ ἔχουϲιν αἱ λέξειϲ αἱ εἰϲ ϲύμφωνον λήγουϲαι δέχεϲθαι ἐπέκταϲιν τὴν διὰ τοῦ ι οἰον νῦν νυνί, οὖτοϲ οὑτοϲί, ἐκεῖνοϲ ἐκεινοϲί. αἱ δὲ εἰϲ φωνῆεν λήγουϲαι τρέπουϲιν εἰϲ ι ὅδε ὁδί, δεῦρο δευρί, ἐνθάδε ἐνθαδί ἢ τὸ ι προϲλαμβάνουϲι κατὰ διάϲταϲιν οἷον αὕτη αὐτηΐ, τούτου τουτουΐ, τούτῳ τουτῳΐ.