Ancient Greek
Paragraph 83
Aelius Herodianus, Περὶ παθῶν 83.1
Not analysed yet
83. Ep. Hom. 169, 30: ἐνί: λέγεται ἡ πρόθεϲιϲ διχῶϲ καὶ ἐν καὶ ἐνί. καὶ ζητοῦϲι, ποία ἐϲτὶν ἐντελὴϲ καὶ ποία κατὰ πάθοϲ· καὶ λέγουϲί τινεϲ, ὅτι ἐνί ἐϲτι, γενομένη δὲ ἐν κατὰ πάθοϲ ἐϲτίν. οὐδέποτέ φαϲιν πρόθεϲιϲ πλεονάϲαϲα τὸ ῑ ἀναϲτρέφεται, διὸ καὶ ἡ κατά καὶ ἡ παρά γινόθεϲιϲ μεναι καταί καὶ παραί οὐκ ἀναϲτρέφεται, ἡ δὲ ἐνί ἀναϲτρέφεται «ᾦ ἔνι κούρη »(Οd. ζ 15). ἐντελὴϲ ἄρα ἦν, οὐ κατὰ πλεοναϲμόν. καί φαϲιν ὅτι αἱ πλεονάϲαϲαι τὸ ῑ προθΘέϲειϲ οὐ γίνονται ῥήματοϲ ϲημαντικαί, ἡ δὲ ἐνί ϲημαίνει ῥῆμα ἑνικῶϲ «ἔνθ’ ἔνι μὲν φιλότηϲ »(Ξ 16) καὶ ὡϲαύτωϲ πληθυντικῶϲ «ἔνι τοι φρένεϲ οὐδ’ ἠβαιαί» (Ξ 141). οὐκ ἔϲτι κατὰ πλεοναϲμόν. καί φαϲιν, ὅτι οὐδέποτε πρόθεϲιϲ δύο λαμβάνει πλεοναϲμούϲ, εἴρηται δὲ καὶ εἰνί «αὐτοῦ δ’ εἰνὶ θύρῃϲιν »(Οd. ι 417 )οὐκ ἔϲτι κατὰ πλεοναϲμόν. ἐδιϲυλλάβηϲεν, ἀλλὰ φυϲικῶϲ οὕτωϲ εἶχεν. ἔϲτι δὲ ἀναϲκευάϲαι τὰ εἰρημένα. ἔϲτιν οὖν πρῶτον· αἱ πλεονάϲαϲαι τρίχρονοι προθέϲειϲ οὐ ποιοῦϲιν ἀναϲτροφήν. ἡ παρά οὖν καὶ ἡ κατά γινόμεναι παραί καταί τριχρονοῦϲι καὶ διὰ τοῦτο οὐκ ἀναϲτρέφονται· ἡ δὲ ἐν ἐὰν γένηται ἐνί, διχρονεῖ καὶ κατὰ τοῦτο ἀναϲτρέφεται. ἡ παρά γινομένη παραί οὐκ ἔτι ῥῆμα ϲημαίνει, οὐδέποτε γὰρ αἱ πλεονάζουϲαι ῥῆμα ἐϲήμαινον, ἡ δὲ ἐν ἐὰν γένηται ἐνί, ῥῆμα ϲημαίνει· καὶ τοῦτο δὲ εὐαπόλυτον· ἐπειδὴ γὰρ παρηκολούθει ταῖϲ ἀναϲτρεφομέναιϲ τὸ καὶ ῥῆμα ϲημαίνειν, ἀναϲτρέφεται δ’ αὕτη, κατὰ τοῦτο καὶ ῥῆμα ἐϲήμαινε. πῶϲ δὲ οἱ δύο πλεοναϲμοί, λέγομεν ὅτι ὁ μὲν εἰϲ πλεοναϲμὸϲ τῆϲ προθέϲεωϲ ἐϲτίν, ὁ δὲ δεύτεροϲ ποιητικὸϲ ὡϲ κενή κεινή. ἔϲτι δὲ κανὼν ὁ λέγων, ὅτι αἱ προθέϲειϲ θέλουϲι πλεονάζειν μᾶλλον τὸ ῑ, οὐ μὴν ἐλλείπειν. ἡ ἐνί τοίνυν τὸ ῑ ἐπλεόναϲεν, οὐχ ἡ ἐν ἀπέβαλεν. παρὰ τὴν ἐν πρόθεϲιν γίνεται τὸ ἐντόϲ καὶ ὡϲ παρὰ τὴν ὑπέρ ὑπέρτεροϲ, οὕτωϲ παρὰ τὴν ἐν ἔντερον. ἰϲτέον δὲ ὅτι ἡ ἐνί, ὁπότε ϲημαίνει ῥῆμα, τὸ ι τρέπει εἰϲ ο παρὰ ταῖϲ διαλέκτοιϲ. ζητοῦϲι δὲ ὅτι ἐπεὶ ἡ ἐνί διχρονεῖ κατὰ τοῦτο ἀναϲτρέφεται, πῶϲ ἡ πρόϲ γενομένη ποτί καὶ αὕτη πλεονάϲαϲα καὶ ἔτι διχρονοῦϲα οὐκ ἀναϲτρέφεται; καὶ λέγομεν ὅτι Δωρική ἐϲτι πρόθεϲιϲ. Δωριεῖϲ δὲ ἥδονται τῇ ὀξείᾳ· ἡ δὲ ἀναϲτροφὴ διαλέκτῳ ἐναντία. Ep. Hom. 377, 27, An. Ox. III 267, 32, E. M. 342, 1: προτί. τινὲϲ λέγουϲι, ὅτι ἀπὸ τῆϲ πρόϲ γέγονε κατὰ τροπὴν Δωρικὴν τοῦ ϲ εἰϲ τ ὥϲπερ ϲύ τύ· καὶ ἐπειδὴ οὐδέποτε εὑρίϲκεται λέξιϲ Ἑλληνικὴ εἰϲ ἄφωνον καταλήγουϲα, πλεονάζει τὸ ι καὶ γίνεται προτί. ἀλλ’ ἔϲτιν εἰπεῖν, ὡϲ λέγει ὁ τεχνικὸϲ Ἡρωδιανόϲ, ὅτι οὐδέποτε οἱ Δωριεῖϲ τρέπουϲι τὸ ϲ ἐν τέλει λέξεωϲ, ἀλλ’ ἐν ἀρχῇ ὡϲ ἐν τῷ ϲύ τύ, ϲέ τέ, ϲημεῖον τημεῖον ἢ ἐν τῷ μέϲῳ ὡϲ τὸ εἰϲί ἐντί, εἴκοϲι εἴκατι, φηϲί φατί καὶ ἀποίτωμεν ἀντὶ τοῦ ἀποίϲωμεν. καὶ δῆλον οὐκ ἐγένετο πρότ καὶ οὕτω προτί κατὰ πλεοναϲμὸν τοῦ ι. ἔϲτιν οὖν εἰπεῖν, ὅτι πρῶτον ἐπλεόναϲε τὸ ῑ καὶ ἐγένετο προϲί. πεφύκαϲι γὰρ αἱ προθέϲειϲ τὸ ῑ πλεονάζειν ἐν τέλει οἷον κατά καταί, παρά παραί «πᾶϲι δὲ παραὶ ποϲὶ κάππεϲε θυμόϲ» (0 280), ὑπέρ ὑπείρ «ὑπεὶρ ἅλα τ’ ἠιόναϲ τε«» (16). πρῶτον οὖν γέγονεν ὁ ϲυνήθηϲ πλεοναϲμὸϲ τοῦ ι καὶ τότε τέτραπται τὸ ϲ εἰϲ τὸ παρὰ Δωριεῦϲιν ἐν μέϲῃ λέξει ἐκ τοῦ ϲ γενόμενον τ οἷον προϲί προτί καὶ ἐκβολῇ τοῦ ρ ποτί, ἐξ οὖ τὸ «Διὸϲ ποτὶ χαλκοβατὲϲ δῶ »(Α 426).