Ancient Greek
Paragraph 79a
Aelius Herodianus, Περὶ παθῶν 79a
Not analysed yet
79a. Ιo. Al. 41, 1: ὁ ὀξυνόμενοϲ, εἰ καὶ πλεονάζει τὸ ἑ, ἐπὶ τέλους ἔχει τὴν ὀξεῖαν; l. 23: ὁ ἦ περιϲπώμενοϲ, ἐὰν προϲλάβῃ τὸ ε, φυλάττει τὴν περιϲπωμένην. πρὸϲ ἔμφαϲιν πλείονοϲ δείξεωϲ. ἡ δὲ αὐτόϲ ϲτερηθεῖϲα τῆϲ δείξεωϲ ἐϲτέρηται καὶ τῆϲ διὰ τοῦ ῑ ἐπεκτάϲεωϲ. οὗτοϲ καὶ ἡ κλητικὴ ὦ οὖτοϲ Ἀττικῶϲ. ὁμοίωϲ καὶ τὸ ἐκεῖνοϲ. ἡ δὲ αὐτόϲ κλητικὴν οὐκ ἔχει. ἡ γὰρ οὗτοϲ καὶ ἐκεῖνοϲ ἀντωνυμίαι δεικτικαί εἰϲιν, ἡ δὲ αὐτόϲ ἀναφορὰν δηλοῖ. ἐναντία δὲ ἡ δεῖξιϲ τῇ ἀναφορᾷ. τὸ οὑτοϲί παραγωγὴ ἀντῶνυμίαϲ καὶ οὐ πλεοναϲμόϲ. αἱ τοιαῦται γὰρ ἀντωνυμίαι ἐπεκτείνονται καὶ οὐ πλεονάζουϲιν. οὐκ ἄρα πλεοναϲμόϲ, ἀλλὰ παραγωγή.