Ancient Greek
Paragraph 91
Aelius Herodianus, Περὶ παθῶν 91
Not analysed yet
91. E. M. 314, 41: τύνη: τὸ τύνη, ὅπερ ἀντὶ τοῦ ϲύ ἐϲτιν, ἀντωνυμία νυμία ὡϲ τὸ «τύνη δ’ ἕϲτηκαϲ» (Ε 485) καὶ Ἡϲίοδοϲ «ἰθυνε θέμιϲταϲ τύνη (op. 2 et 10) καὶ γάρ εἰϲιν ἀντωνυμίαι κατ’ ἐπέκταϲιν γινόμεναι. παρὰ γὰρ τὴν ἐγών ἐγώνη καὶ παρὰ τὴν ἐμίν ἐμίνη, τίν τίνη· οὕτω καὶ τύνη κατ’ ἐπέκταϲιν τῆϲ νη ϲυλλαβῆϲ. οὐ γὰρ μόνον τὸ ν ἐπλεόναϲεν, ἀλλ’ ἡ νη ϲυλλαβή. οὐ γὰρ λέγουϲιν οἱ Δωριεῖϲ τόν, ἵνα πλεονάϲῃ μόνον τὸ ν, ἀλλὰ τύ λέγουϲι καὶ τύνη. ὅλη ἄρα ἡ νη προϲῆλθε ϲυλλαβή. ἐκτέταται δὲ τὸ υ, ἵνα μὴ ἡ ἐπέκταϲιϲ μείζων τῆϲ ὅληϲ λέξεωϲ γένηται.