Ancient Greek
Paragraph 94a
Aelius Herodianus, Περὶ παθῶν 94a
Not analysed yet
94a. Io. Alex. 5, 18: πᾶϲα φύϲει μακρὰ πρὸ βραχείαϲ ληκτικῆϲ ἐφ’ ἑαυτῆϲ ἔχουϲα τὸν τόνον περιϲπᾶται —χωρὶϲ τῶν διὰ τοῦ χι ἢ θε ἐπεκτεταμένων. ταῦτα γὰρ φυλάττει τὸν τόνον ἅτε δὴ περιττῆϲ οὔϲηϲ τῆϲ ϲυλλαβῆϲ. παροξύνεται γοῦν τὸ ναίχι καὶ εἴθε καὶ αἴθε. ἔνθεν ϲημειούμεθα τὸ οὐχί ὀξυνόμενον. τὸ δὲ ᾗχι προπεριϲπᾶται «ᾗχι ῥοὰϲ Ϲιμόειϲ ϲυμβάλλετον δὲ Ϲκάμανδροϲ» (Θ 774). of. II Pr. Κ 292, Μ 260, Arcad. 197, 1. ἔχειν τὸ υ μετὰ τοῦ ἐν τῇ ληγούϲῃ φωνήεντοϲ· ἔϲτιν οὖν τῆμοϲ, τὸ τημοῦτοϲ παραγωγὸν ἕξει τοῦ υ τὸ ο προκείμενον. ὁμοίωϲ τὸ τηνίκα τηνικαῦτα. οὕτω καὶ ἔνθα ἐνταῦθα, ἔνθεν ἐντεῦθεν. τὸ αὐτὸ καὶ ἐπὶ τοῦ τόϲοϲ τοϲοῦτοϲ, τόϲαι τοϲαῦται, τόϲα τοϲαῦτα. κατὰ γένη γὰρ καὶ ἀριθμοὺϲ αἱ παραγωγαὶ γίνονται οἷον τηλίκοϲ τηλικοῦτοϲ, τηλίκα τηλικαῦτα. τὸ τοίη τοιηύτη ὤφειλεν εἶναι· ἀλλ’ ἐπειδή ἐϲτι κανὼν ὁ λέγων, οὐκ ἔϲτι ἐπινοῆϲαι τὸ η καὶ τὸ ῦ ἐν μιᾷ ϲυλλαβῇ ὅτι μὴ ἐν κλίϲει ῥήματοϲ αὐλῶ ηὔλουν, αὐχῶ ηὔχουν καὶ τὰ ὅμοια ,τούτου χάριν τρέπεται τὸ η εἰϲ α καὶ γίνεται τοιαύτη.