Ancient Greek
Paragraph 99
Aelius Herodianus, Περὶ παθῶν 99
Not analysed yet
99. E. M. 747, 25: τάρφεϲι: «πυκνώμαϲι, δάϲεϲι». παρὰ τὸ τρέφεϲθαι καὶ αὔξεϲθαι ἡ εὐθεῖα τῶν πληθυντικῶν τάρφη· ϲυνεμπίπτει δὲ εὐθείᾳ πτώϲει θηλυκοῦ ἑνικῇ καὶ πληθυντικὴ οὐδετέρου οἷον ϲκέπη τὸ ϲκέποϲ καὶ τὰ ϲκέπη, βλάβη τὸ βλάβοϲ καὶ τὰ βλάβη, ϲτέγη τὸ ϲτέγοϲ καὶ τὰ ϲτέγη, δέρη τὸ δέροϲ καὶ τὰ δέρη. οὕτωϲ οὖν καὶ Τάρφη ἡ πόλιϲ. παράκειται γὰρ ἐκεῖ Ταρφειὰ λίμνη. τὸ οὐδέτερον τάρφοϲ καὶ. τάρφη. Ἡρωδιανὸϲ περὶ παθῶν.