Ancient Greek
Chapter 1
Aelius Herodianus, Περὶ παρωνύμων 1.2.
Not analysed yet
Schol. ad Dionys. ,Βekk. An. 850, 28: τὰ εἰϲ ὄηϲ ἀποβάλλοντα τὴν δη ποιεῖ θηλυκόν, Τανταλίδηϲ Τανταλίϲ,Πηληϊάδηϲ Πηλϊάϲ, Αἰνειάδηϲ Αἰνειάϲ —καὶ τὸ μὲν Χρυϲηΐϲ καὶ Nηρηΐϲ ἀπὸ τοῦ Χρυϲεύϲ Νηρεύϲ· τὸ δὲ Εὐξαντιάϲ ἀπὸ τοῦ Εὐξάντιοϲ. τὸ δὲ Εὐξαντίδοϲ παρὰ Καλλιμάχ ὕφεϲιν ἔχει τοῦ α. τὸ Ἑλικωνιάϲ πλεονάζει. οὕτωϲ ἀπὸ τῶν εἰϲ δηϲ ἀρϲενικῶν ϲχηματίζουϲι τὰ θηλυκὰ πατρωνυμικὰ οἱ περὶ Ἀπολλώνιον. Ἡρωδιανῷ δὲ τοῦτο οὐ δοκεῖ φάϲκοντι μὴ δύναϲθαι τοιοῦτον παραϲχηματιϲμὸν εἶναι διὰ τὴν κατάληξιν, διὰ τὸν χρόνον, διὰ τὴν γένεϲιν. τὰ γὰρ παρεϲχηματιϲμένα ἀρϲενικοῖϲ ἀπὸ τῆϲ γενικῆϲ κανονίζεται. ἐκ μὲν μακροκαταλήκτου γίνεται μακροκατάληκτα οἷον φίλου φίλη καὶ βραχυκαταλήκτου ὁμοίωϲ μέλανοϲ μέλαινα. εἰ οὖν Πριαμίδου, πῶϲ μὴ εἰϲ η τὸ θηλυκόν, οὐ γὰρ καθαρὸν ἢ τὸ ρ ἔχει ὡϲ τὸ ῥοδιά φοβερά. πῶϲ καὶ εἰϲ ιϲ καὶ βραχύ; πῶϲ δὲ καὶ τὸ νοητὸν ἔχει; Πριαμίϲ γὰρ οὐχ ἡ Πριαμίδου. οὐκοῦν ἀπὸ γενικῆϲ τοῦ πρωτοτύπου καὶ τὸ Πριαμίδηϲ καὶ τὸ Πριαμίϲ καὶ τὸ Θηϲηΐϲ ἡ Θηϲέωϲ θυγάτηρ.