Ancient Greek
Chapter 2
Aelius Herodianus, Περὶ παρωνύμων 2.101
Not analysed yet
Τὰ διὰ τοῦ ιον τριβράχεα ὑποκοριϲτικὰ προπαροξύνεται κτένιον, πτύχιον, πόδιον, θρόνιον. εἰ μέντοι ἡ πρώτη τούτων μακρὰ ὑπάρχοι, ὑπεϲταλμένων τῶν διὰ τοῦ διον παρηγμένων, παροξύνεται κλειδίον, παιδίον, δᾳδίον. οὐ γὰρ διὰ τοῦ διον, ἀλλὰ διὰ τοῦ ιον. τὸ γὰρ δ τοῦ πρωτοτύπου ἐϲτίν. ἔτι ϲφηκίον, χαρτίον, ὠτίον. τὰ δὲ διὰ τοῦ διον ἀπὸ παραγωγῆϲ ἔχοντα τὸ δ προπαροξύνεται μύδιον, κώδιον, βοΐδιον, βιβλίδιον. Περὶ περιεκτικῶν.