Ancient Greek
2.91 to 2.100
Aelius Herodianus, Περὶ παρωνύμων 2.91-100
Not analysed yet
Καὶ εἰϲ ιων βαρύτονα Ἡφαιϲτίων, Ξενίων, Μοϲχίων, Ἠμαθίων, Μελανίων, Πορφυρίων, Τυραννίων. οὕτω καὶ Ἠετίων ὁ ἥρωϲ ὁ πατὴρ Ἀνδρομάχηϲ· παρὰ τὸ ἀετόϲ Ἀετίων καὶ Ἰωνικῶϲ Ἠετίων, Ἁρπαλίων ὄνομα κύριον παῤ Ὁμήρῳ· παρὰ τὸ ἁρπάζω ἅρπαλοϲ ὡϲ ἵξω ἴξαλοϲ καὶ ὡϲ Ἥφαιϲτοϲ Ἡφαιϲτίων, οὕτωϲ Ἅρπαλοϲ Ἁρπαλίων. Γοργυθίων παρὰ τὸ γοργόϲ Γόργυθοϲ καὶ Γοργυθίων. Ἔϲτι δὲ καὶ εἰϲ αϲ ὑποκοριϲτικὰ περιϲπώμενα, Θευδᾶϲ ὁ Θεόδωροϲ, Μητρᾶϲ ὁ Μητρόδωροϲ, Ζηνᾶϲ, Πυθᾶϲ. Καὶ εἰϲ ιϲ βαρύτονα ὡϲ Παρθένιοϲ Πάρθιϲ, Χαλδαῖοϲ Χάλδιϲ, λάϲταυροϲ λάϲτριϲ, Ἀμφιάραοϲ Ἄμφιϲ, ἀϲτράγαλοϲ ἄϲτριϲ καὶ Ἰφιάναϲϲα ἰφιϲ. Ἔτι καὶ εἰϲ ιϲκοϲ παροξύτονα ὡϲ γραμματίϲκοϲ ὁ γραμματεύϲ καὶ πυργίϲκοϲ ὁ πύργοϲ, ϲατυρίϲκοϲ, νεανίϲκοϲ, παιδίϲκοϲ. Καὶ εἰϲ υλλοϲ Ἡρακλῆϲ Ἥρυλλοϲ, Θραϲυκλῆϲ Θράϲυλλοϲ, Βαθυκλῆϲ Βάθυλλοϲ ὄνομα κύριον ὁ ἐρώμενοϲ Ἀνακρέοντοϲ, Ἀριϲτοκλῆϲ Ἀρίϲτυλλοϲ. Καὶ εἰϲ ινοϲ προπεριϲπώμενα οἷον Φιλῖνοϲ. Ἕϲτι καὶ εἰϲ υϲ περιϲπώμενα, |ἃ ἔχει ὑποκοριϲτικὴν ἔννοιαν οἷον ἀπφῦϲ, ὅπερ δοκεῖ παρὰ τὸ ἀπφάϲ παρωνομάϲθαι. ἔϲτι δὲ καὶ Διονῦϲ παρὰ τοῖϲ κωμικοῖϲ ἐπὶ τοῦ ἐκλύτου ταϲϲόμενον, παρηγμένον ἀπὸ τοῦ Διονύϲου. Τῶν δὲ θηλυκῶν τύποι τρεῖϲ ὁ εἰϲ ω Ὑψιπύλη Ὑψώ, Εἰδόθεα Είδώ, κερδαλέα κερδώ ἡ ἀλώπηξ, Τιτανίϲ Τιτώ. Καὶ ὁ εἰϲ ιϲ θεραπαινίϲ, ἑταιρίϲ, λυρίϲ, φωνίϲ, βλεφαρίϲ, κιϲτίϲ, φυλλίϲ παρὰ τὸ φύλλον ὀξύνεται δέ. τὸ δὲ Ἶφιϲ ἡ Ἰφιάναϲϲα καὶ ὄλπιϲ ἡ ὄλπη βαρύνεται. Καὶ ὁ εἰϲ ιϲκη λεκανίϲκη ἡ λεκάνη, παιδίϲκη ἡ παῖϲ.