Ancient Greek
Chapter 2
Aelius Herodianus, Περὶ παρωνύμων 2.107
Not analysed yet
Τύποι τῶν κτητικῶν εἰϲι δύο ὅ τε εἰϲ κοϲ καὶ ὁ εἰϲ οϲ ὡϲ ἀνθρώπειοϲ, ἄρνειοϲ, Ἀριϲτάρχειοϲ, Πλατωνικόϲ, Δημοϲθενικόϲ. παραλήξειϲ δὲ τῶν εἰϲ κοϲ αὗταί εἰϲι· ἢ γὰρ τῷ ι παραλήγεται ὡϲ τὸ Ἑλληνικόϲ, Ῥωμαικόϲ, Γαλατικόϲ, Ἰταλικόϲ, Πυθαγορικόϲ, Αἰγινητικόϲ ὁ τοῦ Αἰγινήτου φόρτοϲ καὶ δοῦλοϲ, ἢ τῷ α ὡϲ τὸ Ῥοδιακόϲ, Δηλιακόϲ, Φρυγιακοϲ, Ἰλιακόϲ, ἢ τῷ υ ὡϲ τὸ Λιβυκόϲ, ἁλυκόϲ, θηλυκόϲ, ἢ τῇ ει διφθόγγῳ, Κεραμεικόϲ, βοεικόϲ, Δαρεικόϲ καὶ Δεκελεικόϲ. τῶν δὲ εἰϲ οϲ καθαρὸν αὗται ἢ τῇ ει διφθόγγῳ παραλήγεται ὡϲ τὸ Ὁμήρειοϲ, Ἑκτόρειοϲ, λεόντειοϲ, δρακόντειοϲ, Ἀνακρεόντειοϲ, Λαομεδόντειοϲ, Ξενοφώντειοϲ, Δημοφώντειοϲ, Θεώνειοϲ, Τρυφώνειοϲ, ἢ τῷ ι ὡϲ Παφλαγόνιοϲ, Καλυδώνιοϲ, ἢ τῇ αι διφθόγγῳ ὡϲ Αἰγιναῖοϲ ὁ ἔποικοϲ ἢ κέραμοϲ ἢ ὀβολὸϲ ἢ ἄλλο τι ϲκεῦοϲ ἀπὸ Αἰγίνηϲ καὶ τὸ θηλυκὸν Αἰγιναία· λέγεται καὶ γυνὴ Αἰγιναία ὡϲ Δείναρχοϲ ἐν τῷ κατὰ Πυθέου ξενίαϲ· κηπαῖοϲ, Νειλαῖοϲ, ἢ τῇ ῳ διφθόγγῳ ὡϲ πατρῷοϲ, ἡρῷοϲ. τὰ δὲ εἰϲ εοϲ κτητικὰ Ἰωνικῶϲ ἐνδείᾳ τοῦ ι γίνεται, τέλεοϲ, κήλεοϲ, δαιδάλεοϲ, κονιϲάλεοϲ, Ἀγαμεμνόνεοϲ, Ἑκτόρεοϲ, Νεϲτόρεοϲ, χάλκεοϲ, χρύϲεοϲ.