Ancient Greek
Chapter 2
Aelius Herodianus, Περὶ παρωνύμων 2.108
Not analysed yet
Ἰϲτέον μέντοι ὅτι τὸ κτητικὸν ἐπὶ τῶν ϲωματικῶν λαμβανόμενον καὶ ἐπὶ τεθνηκότων θέλει λαμβάνεϲθαι οἷον βοεία κεφαλή ἡ τοῦ τεθνηκότοϲ βοόϲ, οὐ γὰρ ἂν ἐπὶ ζῶντοϲ εἴποι τιϲ τοῦτο· διὸ καὶ μέμφονται τὸν Ζηνόδοτον, ἐπειδὴ τὸ «ἀρνέων ἐκ κεφαλέων» (Γ 273) κτητικὸν ἔλεγε, καὶ τὸν Καλλίμαχον «χεὶρ ἡ Πολυδευκείη» καὶ «ϲφυρὸν Ἰφίκειον» ὅτι ἐπὶ ζώντων ἐχρήϲατο κτητικῷ ἐπὶ ϲωματικοῦ μέρουϲ. περὶ οὗ φαμεν ὅτι περιφράϲει ἐχρήϲατο ὥϲπερ τὸ «βίη Ἡρακληείη». Περὶ ἐθνικῶν.