Ancient Greek
Chapter 2
Aelius Herodianus, Περὶ παρωνύμων 2.110
Not analysed yet
Steph. Hys. s. Ϲικελία: τὸ ἐθνικὸν Ϲικελοί καὶ Ϲικελιῶται. καὶ οἱ μὲν ἀπὸ τοῦ οἰκιϲτοῦ καὶ ἀρχηγέτου τῆϲ χώραϲ, ἀφ᾿ οὗ καὶ ἡ χώρα, ὡϲ Κίλικεϲ τοῦ Κίλικοϲ, οὗ καὶ ἡ Κιλικία, ὡϲ Θετταλοί ἀπὸ Θετταλοῦ, οὗ ἡ Θετταλία, καὶ Φρύγεϲ Φρυγόϲ, οὗ ἡ Φρυγία· οἱ δ᾿ ἐπιγενόμενοι καὶ τὴν χώραν εὑρόντεϲ προκεκλημένην ἐπωνομάϲθηϲαν ὡϲ ἀπὸ τῆϲ Φθίαϲ Φθιῶται, οὕτω Ἰταλίαϲ καὶ Ϲικελίαϲ Ἰταλιῶται καὶ Ϲικελιῶται.