Ancient Greek
2.111 to 2.112
Aelius Herodianus, Περὶ παρωνύμων 2.111-112
Not analysed yet
Steph. Byz. 160, 22: Βατή· δῆμοϲ τῆϲ Αἰγηΐδοϲ φυλῆϲ. τὸ ἐθνικὸν ἐπιρρηματικῶϲ Βατῆθεν. οὐ δεῖ γὰρ ἐν πᾶϲι τὸ ἐθνικὸν ζητεῖν, ἀλλ᾿ ἢ τῷ ἐπιρρήματι χρῆϲθαι ὡϲ ἐπὶ τῶν δήμων ἢ τῇ γενικῇ μετὰ προθέϲεωϲ ἢ τῷ ἀναλόγῳ ἢ τῷ ϲυνήθει τῆϲ χώραϲ. St. B. 345, 4 Καβηϲόϲ: ἐθνικῶϲ ἀρκεῖ τὸ Ὁμηρικὸν Καβηϲϲόθεν πολλὰ γὰρ τοιαῦτα, ὡϲ τὸ Καμειρόθεν, τὰ τοπικὰ ἐθνικῶϲ. Περὶ τῶν εἰϲ αν.