Ancient Greek
Chapter 2
Aelius Herodianus, Περὶ παρωνύμων 2.113
Not analysed yet
St. B. 51, 2: Αἰνία πόλιϲ Περραιβῶν καὶ Αἰνιᾶνεϲ οἱ οἰκοῦντεϲ καὶ Αἴνιοϲ ὁ ποταμὸϲ αὐτῆϲ. τὸ ἐθνικὸν Αἰνιάν. καὶ εἰ μὲν ἀπὸ τοῦ κυρίου Αἰνιᾶνοϲ γέγονεν, εὔλογοϲ ἡ ὁμοφωνία αὐτοῦ ὡϲ τὸ Τρώϲ καὶ Ἀχαιόϲ, μὴ ὁμοφωνοῦντοϲ τοῦ Τευκρόϲ καὶ Γραικόϲ. εἰ δὲ παρὰ τὴν πόλιν, εὑρεθήϲεται πρότερον Αἴνιοϲ, ὡϲ τῆϲ Λυκίαϲ Λύκιοϲ, εἶτα διὰ τὴν ὁμοφωνίαν τοῦ ποταμοῦ πρὸϲ διάκριϲιν Αἰνιάν γενέϲθαι ὡϲ μέγιϲτοϲ μεγιϲτάν. Περὶ τῶν εἰϲ ην.