Ancient Greek
Chapter 2
Aelius Herodianus, Περὶ παρωνύμων 2.170
Not analysed yet
Βορυϲθένηϲ. ὁ πολίτηϲ Βορυϲθενίτηϲ καὶ τὸ θηλυκὸν Βορυϲθενῖτιϲ, οὐκ ἀπὸ τῆϲ πόλεωϲ, ἀλλ’ ἀπὸ τοῦ ποταμοῦ. βούλεται δὲ τὴν ει δίφθογγον ἔχειν ἐν τῇ παραληγούϲῃ. ἀπὸ γὰρ τῆϲ εἰϲ οϲ εὐθείαϲ ἡ διὰ τοῦ ιτηϲ παραγωγὴ πλεονάζει μιᾷ ϲυλλαβῇ, ὡϲ τόποϲ τοπίτηϲ, Κανωπίτηϲ ὁ Ἄδωνιϲ παρὰ Παρθενίῳ. τὸ δὲ Ἰήτηϲ ἀπὸ τῆϲ Ἴου διὰ τὸ ι ἐξηνέχθη διὰ τοῦ η. καὶ ἀπὸ γενικῆϲ Ἀϲκάλωνοϲ Ἀϲκαλωνίτηϲ, Ἕλεοϲ Ἑλεΐτηϲ καὶ Ἑλείτηϲ ὁ τὸ Ἕλοϲ οἰκῶν, Ὠρεόϲ Ὠρεΐτηϲ καὶ Ὠρείτηϲ. ἔδει οὖν καὶ Βορυϲθενείτηϲ διὰ διφθόγγου· οὐ γὰρ ὅμοιον τῷ τεμενίτηϲ οὐδὲ τῷ ἑρκίτηϲ. οὐ γὰρ ἀπὸ τῆϲ γενικῆϲ ἀλλ’ ἀπὸ τῆϲ εἰϲ οϲ εὐθείαϲ ταῦτα καὶ εἰκότωϲ ἔχει τὸ i τὸ δὲ Βορυϲθένηϲ οὐκ εἰϲ οϲ λήγει. τί οὖν ἐροῦμεν; ὅτι ἠκολούθηϲε τῷ πλείονι χαρακτῆρι διὰ τοῦ ι. τὰ γὰρ διὰ διφθόγγου ὀλίγα, Ζελείτηϲ, Ϲαμαρείτηϲ, Δικαιαρχείτηϲ, Μαρωνείτηϲ.