Ancient Greek
2.171 to 2.189
Aelius Herodianus, Περὶ παρωνύμων 2.171-189
Not analysed yet
Βούβαϲτοϲ πόλιϲ Αἰγύπτου. τὸ ἐθνικὸν Βουβαϲτίτηϲ. λέγεται καὶ Βουβάϲτιοϲ παρὰ Θεοπόμπῳ. Βυζακίϲ χώρα περὶ τὰϲ Ϲύρτειϲ. τὸ ἐθνικὸν τῷ τύπῳ Βυζακίτηϲ ἂν εἴη, νῦν δὲ Βυζακηνοί λέγονται τῷ δυτικῷ χαρακτῆρι καὶ ἱμάτια δ᾿ ἐκεῖθεν Βυζακηνά. Γάβαλα πόλιϲ Φοινίκηϲ. ὁ οἰκήτωρ Γαβαλίτηϲ, ἀλλὰ καὶ Γαβαλεύϲ ὡϲ Μεγαρεύϲ. Γάβιοι πόλιϲ Λατίνων. τὸ ἐθνικὸν Γαβῖται. δυνατὸν καὶ Γαβίουϲ βίουϲ, ὡϲ Διονύϲιοϲ ἐν τετάρτῳ Ῥωμαικῆϲ ἀρχαιολογίαϲ ἀμφότερα καὶ τὴν πόλιν καὶ τοὺϲ οἰκήτοροϲ καλεῖ. Διὸϲ ἱερόν πολίχνιον Ἰωνίαϲ. τὸ ἐθνικὸν Διοϲιερίτηϲ ὡϲ Φλέγων ἐν πρώτῃ Ὀλυμπιάδων. Ἕλβονθιϲ πόλιϲ μεταξὺ Αἰγύπτου καὶ Κυρήνηϲ. τὸ ἐθνικὸν Ἐλβονθίτηϲ ὡϲ Φλέγων. Ἑλληνικόν καὶ Καρικόν τόποι ἐν Μεμφίδι, ἀφ᾿ ὧν Ἑλληνομεμφῖται καὶ Καρομεμφῖται, ὡϲ Ἀριϲταγόραϲ. Ἕλωροϲ πόλιϲ Ϲικελίαϲ. ὁ πολίτηϲ Ἐλωρίτηϲ. Θουκυδίδηϲ δὲ ἐν ἑβδόμῃ (c. 80) καὶ Ἐλωρίνην ὁδόν φηϲιν. Ἑϲπερίϲ πόλιϲ Λιβύηϲ. ὁ πολίτηϲ Ἑϲπερίτηϲ. Καλλίμαχοϲ ἐν τοῖϲ ἐπιγράμμαϲιν. Εὔτρηϲιϲ κώμη Βοιωτίαϲ. ὁ κωμήτηϲ Εὐτρηϲίτηϲ. τὸ γὰρ Εὐτρήϲιοι πόλιϲ Ἀρκαδίαϲ καὶ οὐκ ἐθνικόν. Ἡλεκτρίδεϲ νῆϲοι. τὸ ἐθνικὸν Ἠλεκτρίτηϲ πρὸϲ τὸν τόπον τῶν εἰϲ ιϲ, Ἠλεκτρῖνοι δὲ διὰ τὸ ἐπιχώριον. Θίϲ πόλιϲ Αἰγυπτία. ὁ πολίτηϲ Θινίτηϲ. Ἀλέξανδροϲ Αἰγυπτιακῶν πρώτῳ. Ἰαγξούατιϲ πόλιϲ Λιβύων. ὁ πολίτηϲ Ἰαγξουατίτηϲ. Αἰγυπτίων γὰρ καὶ Αἰθιόπων ὁ χαρακτήρ. Ἴδυροϲ πόλιϲ Παμφυλίαϲ, ἣ καὶ Ἰδυρίϲ. τὸ ἐθνικὸν Ἰδυρίτηϲ τῷ τύπῳ τῶν εἰϲ ιϲ. Ἰώνη ἡ Ἀντιόχεια ἡ παρὰ Δάφνην. τὸ ἐθνικὸν Ἰωνίτηϲ ἢ Ἰωαῖοϲ ὡϲ Κλεωναῖοϲ «Κλεωναίοιο χάρωνοϲ». Καλὴ ἀκτή πόλιϲ Ϲικελῶν. ἔϲτι δὲ ὡϲ Μεγάλη κώμη. ἐκ τῶν δύο δὲ ἡ παραγωγή, Μεγαλοκωμήτηϲ, Καλακτίτηϲ ἢ Καλοακτίτηϲ διὰ τοῦ ι, ἐπεὶ καὶ παρὰ τὸ Ἀκτή Ἀκτίτηϲ, ἢ Καλοακταῖοϲ ἢ Καλοάκτιοϲ ὡϲ Πανάκτιοϲ καὶ ἐπάκτιοϲ. Κάμαρα πόλιϲ Κρήτηϲ. ὁ πολίτηϲ Καμαρίτηϲ ὡϲ Ξενίων ἐν Κρητικοῖϲ φηϲιν. Κάρνη πόλιϲ Φοινίκηϲ. ὁ πολίτηϲ Καρνίτηϲ. Λυκόφρων (1291) «ὄλοιντο ναῦται πρῶτα Καρνῖται κύνεϲ». Ἀρτεμίδωροϲ δ᾿ ἐν τῷ δεκάτῳ βιβλίῳ φηϲίν «ἔϲτι Κάρνοϲ καὶ ϲυνεχῶϲ Πάλτοϲ, εἶτα Γάβαλα πόλιϲ». καὶ ἀναλογεῖ τὸ Καρνίτηϲ. Καρὸϲ κῆποι χωρίον Θράκηϲ. τὸ ἐθνικὸν Καροκηπίτηϲ ὡϲ Θεόπομποϲ.