Ancient Greek
2.190 to 2.208
Aelius Herodianus, Περὶ παρωνύμων 2.190-208
Not analysed yet
Κατακεκαυμένη χώρα τῆϲ Ἐφεϲίαϲ. τὸ ἐθνικὸν Κατακεκαυμενίτηϲ «ἄδενδροϲ ἅπαϲα πλὴν τῆϲ ἀμπέλου τῆϲ τὸν Κατακεκαυμενίτην φερούϲηϲ οἶνον. εἰκάζουϲι δέ τινεϲ ἐκ κεραυνοβολιῶν καὶ πρηϲτήρων ϲυμβῆναι» (Strab. p. 628). Κορηϲϲόϲ πόλιϲ τῆϲ Ἐφεϲίαϲ. τὸ ἐθνικὸν Κορηϲϲίτηϲ. καὶ ἴϲωϲ ἀπὸ τοῦ Κόρηϲϲιϲ. λέγεται καὶ Κορηϲϲεύϲ. Κύρου πόλιϲ ἣ καὶ Κυρέϲχατα καλεῖται. ὁ πολίτηϲ καθ᾿ ἡμᾶϲ Κυροπολίτηϲ, κατὰ δὲ Πέρϲαϲ Κυρεϲχατηνοί ὡϲ Ἀραξηνοί καὶ Καμβυϲηνοί. Κῶπαι πόλιϲ Βοιωτική. ὁ πολίτηϲ Κωπαΐτηϲ, ὡϲ Ἐπαφρόδιτοϲ· ἔϲτι δὲ ἀπὸ τοῦ Κωπαῖοϲ ὡϲ Ἀθηναῖοϲ Ἀθηναΐτηϲ καὶ Κωπαιεύϲ. Λάεια πόλιϲ Καρίαϲ. ὁ πολίτηϲ Λαΐτηϲ ὡϲ Παυϲανίαϲ φηϲὶ πέμπτῳ (24, 6). Λίηβριϲ πόλιϲ Φοινίκων. τὸ ἐθνικὸν Λιηβρίτηϲ ὡϲ Ϲυβαρίτηϲ. Ἑκαταῖοϲ περιηγήϲει Αἰγύπτου. Μαριαμμία πόλιϲ Φοινίκηϲ. οἱ πολῖται Μαριαμμῖται, ὡϲ Παυϲανίαϲ ἐν κτίϲει αὐτῆϲ. Μαχαιροῦϲ φρούριον τῆϲ Ἰουδαίαϲ. τὸ ἐθνικὸν ὤφειλεν ὡϲ Ἱεριχούντιοϲ. Ἰώϲηποϲ δὲ Μαχαιρίταϲ αὐτούϲ φηϲι (B. I. II 36). Μέϲϲωγιϲ ὄροϲ Λυδίαϲ. τὸ τοπικὸν Mεϲϲωγίτηϲ. Ϲτράβων τεϲϲαρεϲκαιδεκάτῃ (p. 648) «ὅθεν ἄριϲτοϲ Μεϲωγίτηϲ οἶνοϲ ὁ Ἀρομεύϲ». Μιλητούπολιϲ πόλιϲ περὶ τὸν Ῥύνδακα. ὁ πολίτηϲ Μιλητοπολίτηϲ. Ϲτράβων δωδεκάτῃ (p. 575). Μυλαί πόλιϲ Ϲικελίαϲ ὁ πολίτηϲ Μιλαΐτηϲ ὡϲ τῶν Θηβῶν Θηβαΐτηϲ, Ἀθῆναι Ἀθηναΐτηϲ. εἰϲὶ γὰρ οἳ οὕτω λέγονται. Νάρβων πόλιϲ Κελτική. τὸ ἐθνικὸν Ναρβωνίτηϲ ὡϲ Ἀϲκαλωνίτηϲ. Ἑκαταῖοϲ καὶ Ναρβαίουϲ αὐτούϲ φηϲι. Νέον τεῖχοϲ πόλιϲ τῆϲ Αἰολίδοϲ ὡϲ Χωλὸν τεῖχοϲ. τὸ ἐθνικὸν Nεοτειχίτηϲ ὡϲ Χωλοτειχίτηϲ. Νικόπολιϲ πόλιϲ Ἠπείρου. ὁ πολίτηϲ Νικοπολίτηϲ, ὡϲ Παυϲανίαϲ δεκάτῳ (c. 8, 3). Ϲεθρόη πόλιϲ Αἰγύπτου. ὁ πολίτηϲ Ϲεθροΐτηϲ ὡϲ Ἀρϲινοΐτηϲ. Ἀλέξανδροϲ τρίτῳ Αἰγυπτιακῶν. Ϲελευκόβηλοϲ πόλιϲ Ϲυρίαϲ. τὸ ἐθνικὸν Ϲελευκοβηλίτηϲ καὶ Ϲηλευκοβηλαῖοϲ. λέγεται καὶ Ϲελευκεὺϲ πρὸϲ τῷ Βήλῳ. οὕτω γὰρ Παυϲανίαϲ ἐν τῷ περὶ Ἀντιοχείαϲ φηϲί. ϲπήλαιον τὸ ἄντρον. οἱ οἰκοῦντεϲ ϲπηλα̣?ται. εἰϲὶν οὖν «ἀγάλματα Ἡρακλέουϲ Ἑρμοῦ καὶ Ἀπόλλωνοϲ ϲπηλαῖται καλούμενοι» (Pausan. X 32, 5). Τομεύϲ πόλιϲ πρὸϲ τῇ Ὀδηϲϲῷ. ὁ πολίτηϲ Τομίτηϲ. ὤφειλε δὲ ὡϲ Ἀταρνείτηϲ διὰ διφθόγγου γράφεϲθαι. Φᾶριϲ πόλιϲ τῆϲ Λακωνικῆϲ. οἱ πολῖται Φαρῖται ὡϲ Παυϲανίαϲ (III 2, 6) καὶ Φαριάτηϲ ὡϲ Ϲπαρτιάτηϲ.