Ancient Greek
Chapter 2
Aelius Herodianus, Περὶ παρωνύμων 2.212
Not analysed yet
χώρα. ἀπὸ τοῦ χῶροϲ χωρίτηϲ ὡϲ τοῦ μέϲοϲ μεϲίτηϲ τόποϲ τοπίτηϲ ἢ ἀπὸ τοῦ χώρα χωρίτηϲ ὡϲ ἀπὸ τοῦ ἕδρα ἑδρίτηϲ ἑϲπέρα ἑϲπερίτηϲ. Ϲοφοκλῆϲ Αἰγεῖ «κλύω μὲν οὐκ ἔγωγε, χωρίτην δ᾿ ὁρῶ». καὶ ἐν Ἡρακλεῖ «τρέφουϲι κρήνηϲ φύλακα, χωρίτην ὄφιν». καὶ Αἰϲχύλοϲ ἐν Λέοντι ϲατυρικῷ «ὁδοιπόρων δήλημα, χωρίτηϲ δράκων». καὶ Ἀπολλώνιοϲ ἐν τῷ Κανώβῳ τέρψει δὲ νηῶν ὁ γλυκύϲ ϲε χωρίτηϲ πλόοϲ κομίζων δῶρα πλουϲίου Νείλου. καὶ χώριοϲ μὲν οὐ λέγεται, ἀλλὰ τὸ ϲύνθετον τὸ ἐγχώριοϲ καὶ ἐπιχώριοϲ ϲύνηθεϲ ἐκ τοῦ ἐν χώρᾳ καὶ ἐπὶ χώραϲ, ὡϲ τοῦ ἐν τόπῳ ἐντότιοϲ καὶ τοῦ ἐκ τόπου ἐκτόπιοϲ. τὸ ἐγχώριοϲ καὶ παρὰ Ϲοφοκλεῖ κεῖται. τὸ δὲ ἐπιχώριοϲ καὶ ἐπιχωριάζειν ἐν τῷ περὶ ψυχῆϲ (c. 1) φηϲι Πλάτων.