Ancient Greek
2.213 to 2.217
Aelius Herodianus, Περὶ παρωνύμων 2.213-217
Not analysed yet
ψίλιον ποταμὸϲ μεταξὺ Θυνίαϲ καὶ Βιθυνίαϲ. καὶ ἄλλοϲ Ψίλιϲ ποταμὸϲ τῆϲ Βιθυνίαϲ. τὸ τοπικὸν Ψιλίτηϲ. ἐν δὲ τῇ ϲυνηθείᾳ ἐπεκράτηϲεν ἀμφοτέρων τῶν ποταμῶν τοὺϲ οἰκήτοραϲ Ψιλιανοὺϲ καλεῖν. Περὶ τῶν εἰϲ ειτηϲ. Ἁγνώνεια πόλιϲ Θράκηϲ. τὸ ἐθνικὸν Ἁγνωνείτηϲ ὡϲ Μαρωνείτηϲ τοῦ Μαρώνεια καὶ Καυκωνείτηϲ τοῦ Καυκώνεια κατ’ ἔλλειψιν τοῦ α. Αἰθάλη νῆϲοϲ. λέγεται καὶ Αἰθάλεια. τὸ ἐθνικὸν ἐκ τοῦ Αἰθάλεια Αἰθαλείτηϲ ὡϲ Ζελείτηϲ, ἐκ δὲ τοῦ Αἰθάλη Αἰθαλίτηϲ ὡϲ Ϲινωπίτηϲ Ἰοππίτηϲ. δύναται τὸ Αἰθαλίτηϲ ἀντὶ τοῦ Χῖοϲ. οὕτω γὰρ ἡ Χίοϲ ἐλέγετο. καὶ οἱ πολῖται Αἰθαλεῖϲ. ἀκρώρεια ἄκρον ὄρουϲ, ἐν ᾧ ἐνοικοῦντεϲ ἀκρωρεῖται. οὕτω δὲ παρὰ Ϲικωνίοιϲ ἐτιμᾶτο ὁ Διόνυϲοϲ «ἐκαλεῖτο δὲ παρὰ μὲν Ϲικυωνίοιϲ Ἀκρωρείτηϲ, παρὰ δὲ Μεταποντίνοιϲ Ἐρίφιοϲ», Ἀπολλόδωρόϲ φηϲιν. Καυκώνεια. τὸ ἐθνικὸν Καυκωνείτηϲ ὡϲ Ζελείτηϲ. ὤφειλε δὲ Καυκώνιοϲ ἀπὸ τῆϲ Καύκωνοϲ γενικῆϲ ὡϲ Ἀντρώνιοϲ.