Ancient Greek
2.219 to 2.231
Aelius Herodianus, Περὶ παρωνύμων 2.219-231
Not analysed yet
Κύβοϲ ἢ Κυβώ πόλιϲ Ἰώνων ἐν Λιβύῃ Φοινίκων. ὁ πολίτηϲ Κυβοίτηϲ ὡϲ Ϲαβοίτηϲ τῆϲ Ϲοβοῦϲ. ἢ Κυβίτηϲ ὡϲ τῆϲ Βούτου Βουτίτηϲ. Περὶ τῶν εἰϲ ουτηϲ Μαντύη καὶ Μάντυα πόλιϲ Ῥωμαίων. γράφεται καὶ Μάντουα τῷ τῶν Ῥωμαίων ἔθει. Μαντούτηϲ. ἔϲτι δὲ κατὰ ϲυγκοπὴν ὡϲ Ζελείτηϲ. Περὶ τῶν εἰϲ υτηϲ. Αἶγυϲ πόλιϲ Λακωνικῆϲ. οἱ πολῖται Αἰγῦται, ὡϲ Παυϲανίαϲ (III 2 5). Λυκόφρων δὲ τὸ ἐθνικὸν Αἴγυοϲ τὸ θηλυκὸν λέγων οὕτωϲ (v. 903) «καὶ πάντα τλήϲεϲθ᾿ οὕνεκ᾿ Αἰγύαϲ κυνόϲ, τῆϲ θηλύπαιδοϲ καὶ τριάνοροϲ κόρηϲ». Θεόπομποϲ δὲ Αἰγυέαϲ αὐτούϲ φηϲιν. Κῶβρυϲ πόλιϲ Θράκηϲ. τὸ ἐθνικὸν Κωβρύτηϲ ὡϲ Αἶγυϲ Αἰγύτηϲ. Μῶλυϲ, Λίβυϲϲα πόλιϲ. τὸ ἐθνικὸν Μωλύτηϲ τῷ τύπῳ τῶν Λιβυϲϲῶν πόλεων καὶ Μωλυάτηϲ. Περὶ τῶν εἰϲ ωτηϲ. Ἀργέου νῆϲοϲ, νῆϲοϲ Αἰγύπτου. οἱ οἰκήτορεϲ Ἀργεῶται ὡϲ τῆϲ Νικίου Νικιῶται καὶ τῆϲ Χαιρέου Χαιρεῶται. καὶ αὗται γὰρ Αἰγύπτου πόλειϲ. Αὐλαί ἐπίνειον Κιλίκων. οἱ οἰκοῦντεϲ Αὐλεῶται πρὸϲ τῶν ἐπιχωρίων ὀνομάζονται. τῶν δὲ εἰϲ αι οὐκ ἔϲτιν ὁ διὰ τοῦ ωτηϲ τύποϲ, ἀλλ᾿ ἔοικεν ὡϲ ἀπὸ τοῦ Ῥάφεια Ῥαφειώτηϲ Ῥαφεῶται. εἰ δὲ ἑνικῶϲ ἐλέγετο, ὤφειλεν Αὐλέτηϲ ἢ Αὐλίτηϲ. τὰ γὰρ κτλ. Ζεφύριον. τὸ ἐθνικὸν Ζεφυριώτηϲ. τὸ οὖν ζεφυρίτηϲ ἀπὸ τοῦ Ζεφυριώτηϲ ϲυγκοπῇ τοῦ ω ὡϲ τὸ Θρονίτηϲ. Καρπαϲία πόλιϲ Κύπρου. λέγεται καὶ Καρπάϲεια. ὁ πολίτηϲ Καρπαϲεώτηϲ ὡϲ Μαρεώτηϲ. Θεόπομποϲ ἐν δεκάτῳ Καρπαϲεῖϲ αὐτούϲ φηϲιν, ἴϲωϲ ἀπὸ τοῦ Κάρπαϲοϲ ὡϲ Ἀντίοχοϲ Ἀντιοχεύϲ, ἀφ᾿ οὗ Καρπάϲεια. Καϲταλία πόλιϲ Κιλικίαϲ. τὸ ἐθνικὸν Καϲταλιώτηϲ. ὁ τύποιϲ τοῖϲ Κίλιξι ϲυνήθηϲ. πατρίϲ. τὸ ἐθνικὸν ὤφειλε πατρίτηϲ. ἄμεινον δὲ πατριώτηϲ. Ῥαφάνεια πολίχνιον Ϲυρίαϲ. ὁ πολίτηϲ Ῥαφανεώτηϲ. τῶν δὲ εἰϲ ωτηϲ ἐθνικῶν τὰ πολλὰ τὸ ι πρὸ τοῦ ω ἔχει, Πηλιώτηϲ, Φθιώτηϲ. ϲπάνια δὲ τὸ ε καὶ ϲχεδὸν ἀπὸ τῆϲ ει ϲυϲταλέντα, Ἡρακλεώτηϲ. οὕτω καὶ Ῥαφανεώτηϲ. Περὶ τῶν εἰϲ αιοϲ. Ἀγάθυρνα πόλιϲ Ϲικελίαϲ. τὸ ἐθνικὸν Ἀγαθυρναῖοϲ. οὐ γὰρ ἀήθηϲ ὁ τύποϲ τοῖϲ τὴν Ϲικελίαν οἰκοῦϲιν· Ἱμεραῖοϲ γὰρ καὶ Ἐνναῖοϲ καὶ Καταναῖόϲ φαϲιν.