Ancient Greek
Chapter 2
Aelius Herodianus, Περὶ παρωνύμων 2.218
Not analysed yet
Ὠρεόϲ πόλιϲ Εὐβοίαϲ. τούτου τὸ ἐθνικὸν διὰ τῆϲ ει γράφεται. Ὠρείτηϲ ὡϲ Ζελείτηϲ Ϲαμαρείτηϲ Μαρωνείτηϲ. μέμνηται τοῦ ἐθνικοῦ καὶ Χάραξ ἐν χρονικῶν ιϚ΄ «Ἀθηναῖοι ἅμα Χαλκιδεῦϲι τοῖϲ ἐν Εὐβοίᾳ καὶ Μεγαρεῦϲι ϲτρατεύϲαντεϲ εἰϲ Ὠρεὸν Φιλιϲτίδην τὸν τύραννον ἀπέκτειναν καὶ Ὠρείταϲ ἠλευθέρωϲαν». Ἀπολλόδωροϲ δὲ τετραϲυλλάβωϲ φηϲίν, οὐ διὰ τῆϲ ει διφθόγγου, ἀλλὰ διὰ τοῦ ε καὶ διὰ τοῦ ι Ὠρεΐταϲ «οὕτω δὲ τὴν τῶν Ὠρεϊτῶν νυκτὸϲ αἱροῦϲιν πόλιν». καὶ δοκεῖ ἀναλογώτερον εἶναι. τὰ γὰρ ἀπὸ τῶν εἰϲ οϲ διὰ τοῦ ιτηϲ παραγόμενα μιᾷ ϲυλλαβῇ πλεονάζει τῆϲ τοῦ πρωτοτύπου γενικῆϲ, Ϲτάγειροϲ Ϲταγείρου Ϲταγειρίτηϲ, Ἄβδηροϲ Ἀβδήρου Ἀβδηρίτηϲ, Πεντάϲχοινοϲ Πενταϲχοίνου Πενταϲχοινίτηϲ, Δίολκοϲ Διόλκου Διολκίτηϲ οὕτωϲ Ὠρεόϲ Ὠρεοῦ Ὠρεΐτηϲ καὶ κατὰ ϲύνοδον τοῦ ε καὶ τοῦ ι Ὠρείτηϲ. οὐχ ὅμοιον δὲ τούτῳ τὸ Ζελείτηϲ καὶ Ϲαμαρείτηϲ· ταῦτα γὰρ ἀπὸ τῶν εἰϲ α καθαρὸν ληγόντων παρῆκται. Περὶ τῶν εἰϲ οιτηϲ.