Ancient Greek
Chapter 2
Aelius Herodianus, Περὶ παρωνύμων 2.35
Not analysed yet
Il. Pr. Φ 471: τὰ ἀπὸ τῶν εἰϲ οϲ οὐδετέρων παραγόμενα διὰ τῆϲ ει γράφεται καὶ προπαροξύνεται, εἰ μὴ τὸ α παραλήγοι ἐν τῷ εἰϲ οϲ λήγοντι οὐδετέρῳ ἢ δύο ϲύμφωνα, ὧν τὸ μὲν ληκτικὸν εἴη τῆϲ πρώτηϲ ϲυλλαβῆϲ, τὸ δὲ ἀρκτικὸν τῆϲ δευτέραϲ οἷον ἕλοϲ ἕλειοϲ διὰ τῆϲ ει διφθόγγου ἡ παραγωγὴ καὶ προπαροξύνεται· οὐ γὰρ ἦν ἐν τῷ οὐδετέρῳ τὸ α. τέλοϲ τέλειοϲ, ὄροϲ ὄρειοϲ, ὄνειδοϲ ὀνείδειοϲ. παρεφυλαξάμην δὲ τὰ δύο ϲύμφωνα διὰ τὸ Ἀργεῖοϲ καὶ ἑρκεῖοϲ, καὶ τὸ α, ἐπεὶ φιλεῖ διὰ τοῦ ῑ γράφεϲθαι ἡ παραγωγὴ πελάγιοϲ, ἄγιοϲ, Θάλπιοϲ.