Ancient Greek
2.359 to 2.376
Aelius Herodianus, Περὶ παρωνύμων 2.359-376
Not analysed yet
Κόριον τόποϲ ἐν Κρήτῃ ἀπὸ κόρηϲ τινόϲ. ὁ πολίτηϲ Κορήϲιοϲ. καὶ Ἀθηνᾶϲ ἱερὸν Κορηϲίαϲ. ταῦτα δὲ ἀπὸ τοῦ κόρη γέγονεν. ἀπὸ δὲ τοῦ Κόριον τὸ ἀνάλογον Κοριεύϲ. Κυτώνιον πόλιϲ μεταξὺ Μυϲίαϲ καὶ Λυδίαϲ. τὸ ἐθνικὸν ὅμοιον τῷ ἡγουμένῳ. Λιθήϲιοϲ ὁ Ἀπόλλων ἐν τῷ Μαλέα λίθῳ προϲιδρυμένοϲ ἐκεῖ. Ῥανὸϲ Ἠλιακῶν τρίτῳ. ὡϲ γὰρ ἀπὸ τοῦ Μάραθοϲ Μαραθήϲιοϲ, οὕτω καὶ τοῦτο. Λυρνηϲϲόϲ πόλιϲ Τρωική. τὸ ἐθνικὸν Λυρνήϲϲιοϲ. Αἰϲχύλοϲ δὲ Πέρϲαιϲ (324) ὡϲ ἀπὸ τοῦ Λύρνα ἢ Λύρνη Λυρναῖοϲ. Μεϲϲαπία χώρα Ἰαπυγίαϲ. τὸ ἐθνικὸν Μεϲϲάπιοϲ. Παυϲανίαϲ δεκάτῳ (7, 8). Μίλκωροϲ Χαλκιδικὴ πόλιϲ ἐν Θράκῃ. ὁ πολίτηϲ Μιλκώριοϲ. Θεόπομποϲ κε’ Φιλιππικῶν. Μυκάλη πόλιϲ Καρίαϲ. τὸ ἐθνικὸν Μυκαλήϲιοϲ ὡϲ Ἰθακήϲιοϲ. Τρύφων δὲ Μυκαλεύϲ φηϲιν ἐν παρωνύμοιϲ. Νίνοϲ πόλιϲ Ἀϲϲυρίων. οἱ πολῖται Nίνιοι. Ϲτράβων ἑκκαιδεκάτῃ (p. 737.) . Nοϲτία κώμη Ἀρκαδίαϲ. Θεόπομποϲ. Ἔφοροϲ τὸ ἐθνικὸν Nεϲτά νιοϲ ἔφη, ὥϲτε κατ’ αὐτὸν Nεϲτανίαν λέγεϲθαι. ἡ αὐτὴ γὰρ τῇ προτέρᾳ, ὡϲ δῆλον ἐξ ἄλλων. Νῶλα πόλιϲ Αὐϲόνων. τὸ ἐθνικὸν Nώλιοϲ. Πολύβιοϲ δὲ Nω λανοὺϲ αὐτούϲ φηϲιν. Ξάνθοϲ πόλιϲ Λυκίαϲ καὶ ἐν Λέϲβῳ. ὁ πολίτηϲ Ξάνθιοϲ ὡϲ Εὐριπίδηϲ. γχηϲτόϲ ἄλϲοϲ. δ πολίτηϲ 'Ογχήϲτιοϲ. Παυϲανίαϲ ἐνάτῳ (28 6). ἰκοῦϲ Καρίαϲ πόλιϲ. τὸ ἐθνικὸν Οἰκούϲιοϲ «Οἰκούϲιον ἄϲτυ» (Νicaenet. ap. Parthen. Erot. 11). Παρπάρων χωρίον ἐν Ἀϲίᾳ Αἰολικόν. ὁ πολίτηϲ Παρπαρώνιοϲ ἀπὸ τῆϲ Παρπάρωνοϲ γενικῆϲ. Ἀνδροτίων δ’ ἐν τρίτῳ Ἀτθίδοϲ Παρ παριώταϲ φηϲίν. ἔϲτι δὲ ὡϲ ἀπὸ Παρπαρία ὡϲ Θεϲϲαλία Θεϲϲαλιώ τηϲ, Ἑϲπερία Ἑϲπεριώτηϲ. Ϲκίρφαι πόλιϲ Φωκική. τὸ ἐθνικὸν Ϲκίρφιοϲ καὶ Ϲκιρφαῖοϲ, ὡϲ Διευχίδαϲ φηϲί. Ταίναροϲ πόλιϲ. Τ αινάριοϲ. εἰcὶ δὲ καὶ αινάριοι θῆβαι, ὡϲ Χάραξ. ἐν Ἑλληνικῶν δευτέρῳ. Τένεδοϲ νῆϲοϲ τῶν Ϲποράδων ἐν Ἑλληϲπόντῳ. Τενέδιοϲ. Ἀπολλόδωροϲ δὲ ἐν νεῶν καταλόγῳ φηϲὶν ὅτι τοὺϲ μὲν τῆϲ Παμφυλίαϲ Τενεδεῖϲ, τοὺϲ δὲ τῆϲ νήϲου Τενεδίουϲ. Τευθρανία Μυϲίαϲ πόλιϲ. τὸ ἐθνικὸν Τευθράνιοϲ ὡϲ τῆϲ Παρραϲίαϲ Παρράϲιοϲ. λέγεται καὶ Τευθράντιοϲ Εὐριπίδηϲ Λικυμνίῳ «Πευθράντιον δὲ ϲχῆμα Μυϲίαϲ χθονόϲ» ἀπὸ τῆϲ Τεύθραντοϲ γενικῆϲ.