Ancient Greek
2.377 to 2.390
Aelius Herodianus, Περὶ παρωνύμων 2.377-390
Not analysed yet
Τέωϲ πόλιϲ Ἰωνίαϲ. τὸ ἐθνικὸν Τήϊοϲ. ἔϲτι γὰρ πρῶτον Τἐϊοϲ κα Τεῖοϲ καὶ Ἰωνικῶϲ Τήϊοϲ. Τολοφών πόλιϲ Λοκρῶν τῶν Ὀζολῶν. τὸ ἐθνικὸν Τολοφώνιοϲ. Θουκυδίδηϲ τρίτῃ (c. 101). Τόπαζοϲ νῆϲοϲ Ἰνδική. τὸ ἐθνικὸν Τοπάζιοϲ. Ἀλέξανδροϲ ὁ πολυῖϲτωρ φηϲὶν ὡϲ εὑρίϲκεϲθαι καὶ ἐν τῇ τῶν Τοπαζίων νήϲῳ λίθον ὁμώνυμον τῇ νήϲῳ καὶ ὅμοιον εἶναι τῇ χροιᾷ τῇ τοῦ νέου ἐλαίου. διὰ τοῦ ξ δ’ ἐγράφετο πρότερον. Τρικόρυνθον. ὁ δημότηϲ Τρικορύϲιοϲ καὶ Τρικορυϲία. Ἀριϲτοφάνηϲ ἐν Λυϲιϲτράτῃ (1032) «οὐχ ὁρᾶϲ, οὐκ ἐμπίϲ ἐϲτιν ἥδε Τρικορυϲία; ». Τυληϲϲόϲ ὄροϲ Ἰταλίαϲ. τὸ τοπικὸν Τυλήϲϲιοϲ. Λυκόφρων (993) «ἄλλοι δὲ πρῶναϲ δυϲβάτουϲ Τυληϲϲίων». Τύμνοϲ πόλιϲ Καρίαϲ. ὁ πολίτκϲ Τύμνιοϲ. Ἀλέξανδροϲ ἐν τῷ περὶ Καρίαϲ δευτέρῳ. Τυφρηϲτόϲ πόλιϲ τῆϲ Τραχῖνοϲ. τὸ ἐθνικὸν Τυφρήϲτιοϲ. καὶ τὸ οὐδέτερον Παρθένιοϲ «Τυφρήϲτιον αἶποϲ ». Ὑπερδέξιον χωρίον Λέϲβου, ἐν ῷ Ζεὺϲ Ὑπερδέξιοϲ καὶ Τπερδεξία Ἀθηνᾶ. ὡϲ οὖν ἀπὸ τοῦ Βυζαντίου Βυζάντιοϲ, οὕτω παρὰ τὸ περδέξιον Ὑπερδέξιοϲ τὸ ἐθνικόν. Νικόλαοϲ δὲ πληθυντικῶϲ Ὑπερδε ξίουϲ φηϲί. Φαλάϲαρνα πόλιϲ Κρήτηϲ. ὁ πολίτηϲ Φαλαϲάρνιοϲ, ὡϲ Ξενίων φηϲίν. Φλιοῦϲ πόλιϲ Πελοποννήϲου. τὸ ἐθνικὸν Φλιούντιοϲ ἢ Φλιού ϲιοϲ, πλεοναϲμῷ δὲ τοῦ α Φλιάϲιοϲ. Φυλάκη πόλιϲ Θεϲϲαλίαϲ. τὸ ἐθνικὸν δύναται μὲν διὰ περιφράϲεωϲ ἐκ Φυλάκηϲ, εἴρηται δ’ ὅμωϲ Φυλακήϲιοϲ ὡϲ Ἰθακήϲιοϲ. Χαδιϲία πόλιϲ Λευκοϲύρων. οἱ πολῖται Χαδίϲιοι καὶ Χαδιϲία τὸ θηλυκόν. Ἀπολλώνιοϲ β’ (1002) «νόϲφι δ’ ἀκοντο —». Χαλία πόλιϲ Βοιωτίαϲ. τὸ ἐθνικὸν Χάλιοϲ ὡϲ Θεόπομποϲ «ὕϲτερον δὲ οἱ Χαλκιδεῖϲ πολεμήϲαντεϲ Αἰολεῦϲι τοῖϲ τὴν ἤπειρον ἔχουϲι, Χαλίοιϲ καὶ Βοιωτοῖϲ καὶ Ὀρχομενίοιϲ καὶ Θηβαίοιϲ ». Χαλκηδών πόλιϲ Βιθυνίαϲ. ὁ πολίτηϲ Χαλκηδόνιοϲ. Ϲτράβων (VII p. 320) «Xαλκηδόvιοι ἐπὶ τῆϲ περαίαϲ ἱδρυμένοι πληϲίον οὐ μετέχουϲι τῆϲ εὐπορίαϲ ταύτηϲ ».