Ancient Greek
2.391 to 2.399
Aelius Herodianus, Περὶ παρωνύμων 2.391-399
Not analysed yet
Χαονία μέϲη τῆϲ Ἠπείρου. οἱ οἰκήτορεϲ Χάονεϲ. λέγεται καὶ Χαόνιοϲ. Εὐφορίων χιλιάϲι «Ζηνὸϲ Χαονίοιο προμάντιεϲ ηὐδάξαντο ». καὶ Χαονίη τὸ θηλυκόν. Ἀλέξανδροϲ ὁ Ἐφέϲιοϲ ἐν Ἀϲίᾳ καὶ Λιβύῃ «οἱ δὲ κάτω Πελαϲγίδα Χαονίην ». καὶ Χαονῖται, υκόφρων (1046) «τοῦ Χαονίτου νᾶμα Πολυανθέοϲ δρέπων» ὡϲ ἀπὸ τοῦ Χάονοϲ, ὡϲ Αὔϲονοϲ Αὐϲονίτηϲ ὁ αὐτόϲ (593) «τὸν Αὐϲονίτην Πύραμον δομήϲεται». λέγεται καὶ Χαονεύϲ. Χερρόνηϲοϲ. ὁ πολίτηϲ Χερρονήϲιοϲ. Ἑκαταῖοϲ «Ἀψινθίοιϲι πρὸϲ μεϲημβρίην ὁμουρέουϲι Χερϲονήϲιοι ». Ἡρόδοτοϲ δὲ (ΙX 118) «Xερ ϲον ηϲῖται ἀπὸ τῶν πύργων ἐϲημήναντο τοῖϲι Ἀθηναίοιϲι τὸ γεγονόϲ ». ὧν τὸ θηλυκὸν Εὐριπίδηϲ (Hec. 8) «ὃϲ τὴν ἀρίϲτην Χερϲονηϲίαν πλάκα ». Χίοϲ. τὸ ἐθνικὸν Χῖοϲ. Θουκυδίδηϲ ὀγδόῃ (c. 5) «Χῖοι δὲ καὶ Ἐρυθραῖοι ἀποϲτῆναι καὶ αὐτοὶ ἕτοιμοι ὄντεϲ» καὶ Ἡρόδοτοϲ πρώτῃ (c. 142) «Χῖοι μὲν καὶ Ἐρυθραῖοι κατὰ τὠυτὸ διαλέγονται ». Χοραϲμίη πόλιϲ Πάρθων. αὐτοὶ δὲ Χοράϲμιοι, ὡϲ Ἑκαταῖόϲ φηϲι Πάρθων πρὸϲ ἥλιον ἀνίϲχοντα Χοράϲμιοι οἰκέουϲι ». καὶ Ἡρόδοτοϲ τρίτῃ (c. 93) «. Πάρθοι δὲ καὶ Χοράϲμιοι καὶ Ϲόγδοι ». καὶ πάλιν τοῦτο τὸ πεδίον ἦν ποτε Χοραϲμίων ». Χύτροι ύπρου πόλιϲ. ὁ πολίτηϲ Χύτριοϲ. Ἀλέξανδροϲ ἐν τῷ περὶ Κύπρου «τὴν δὲ Γορδίαν ἀποδοῦναι Χυτρίοιϲ ». καὶ πάλιν «Εὐρυνόην τῶν Χυτρίων βαϲιλεὺϲ ἔγημεν ». ἀναλογεῖ δὲ τὸ ἐθνικὸν πρὸϲ τὸ Χύτροϲ ἑνικόν, ὡϲ Κύπριοϲ πρὸϲ τὸ Κύπροϲ. ψιττάκη πόλιϲ παρὰ τῷ Τίγριδι. ὁ πολίτηϲ Ψιττάκιοϲ ὡϲ ἀπὸ τοῦ ψιττακίαϲ καρποῦ. τὸ κυριώτερον δὲ ἐθνικὸν Ψιττακηνόϲ διὰ τὸ ἐπιχώριον. Ψωφίϲ πόλιϲ Ἀρκαδίαϲ. ὁ πολίτηϲ ὤφειλεν εἶναι ωφίτηϲ τῷ τύπῳ τῶν εἰϲ ιϲ ληγόντων. ἀλλὰ γέγονεν ἀπὸ τῆϲ γενικῆϲ ὡϲ τῆϲ Ἀρκάδοϲ Ἀρκάδιοϲ καὶ τῆϲ Αὐλίδοϲ Αὐλίδιοϲ, οὕτω Ψωφῖδοϲ Ψωφί διοϲ. Ἑκαταῖοϲ γενεαλογιῶν δευτέρῳ «κάπροϲ ἦν ἐν τῷ ὄρεϊ καὶ Ψωφιδίουϲ κακὰ πολλὰ ἔοργεν». Ωλεροϲ Κρητικὴ πόλιϲ. ὁ πολίτηϲ Ὠλέριοϲ καὶ Ὠλερία Ἀθηνᾶ, τὸ οὐδέτερον Ὠλέριον. φηϲὶ γὰρ Ξενίων ἐν Κρητικοῖϲ «τῇ δὲ θεῷ ταύτῃ ἔορτὴν ἄγουϲιν Ἱεραπύτινιοι, τὴν δ’ ἑορτὴν Ὠλέρια προϲαγορεύουϲιν ». Ὠρύχιον τόποϲ τῆϲ Ἀττικῆϲ. τὸ τοπικὸν Ὠρύχιοϲ. Εὐφορίων Διονύϲῳ «ἴχνοϲ ἂν Ὠρυχίοιϲιν ἐν ἕρκεϲιν ὀκλάϲϲαιντο». Περὶ τῶν εἰϲ ειο οϲ.