Ancient Greek
2.471 to 2.475
Aelius Herodianus, Περὶ παρωνύμων 2.471-475
Not analysed yet
Κύζικοϲ. τὸ ἐθνικὸν Κυζικηνόϲ. ἡ ποίηϲιϲ δὲ τοὺϲ κατοικοῦνταϲ Κύζικον Δολίονάϲ φηϲιν ὡϲ τοὺϲ τὴν Ἴϲμαρον Κίκοναϲ. κέχρηνται δὲ. καὶ τῷ Κυζικηνόϲ ἁπλῷ ἀντὶκτητικοῦ, ὡϲ τὸ Τυρϲηνοὶ δεϲμοὶ ἀντὶ τοῦ Τυρρηνικοί, οἱ χαλεποί, διὰ τὸ λῃϲτρικοὺϲ εἶναι τοὺϲ Τcρρηνούϲ. Nίϲβιϲ πόλιϲ ἐν τῇ Περαίᾳ τῇ πρὸϲ τῷ Τίγρητι ποταμῷ. τὸ ἐθνικὸν Νιϲιβηνόϲ. ἔδει Nιϲιβίτηϲ, ἀλλ’ ὁ τύποϲ Αἰγύπτιοϲ καὶ Λίβυϲ, ὁ δὲ διὰ τοῦ ηνοϲ παρὰ τὸν Εὐφράτην καὶ τὴν ἕω, ὡϲ Ϲωφηνόϲ Ταβηνόϲ Καμβυϲηνόϲ. Χαράκμωβα πόλιϲ Παλαιϲτίνηϲ. Χαρακμωβηνόϲ, Γλαῦκοϲ ἐν Ἀραβικῆϲ ἀρχαιολογίαϲ τετάρτῳ «ἡϲύχαζον δ’ ἐν τούτοιϲ Χαρακμωβηνοί ». Χαττηνία χώρα τρίτη Γερραίων. οἱ πολῖται Χαττηνοί ὡϲ Πολύβιοϲ «κτούτοιϲ μὲν γὰρ παρήγγειλε φείδεϲθαι τῆϲ τῶν Χαττηνῶν χώραϲ». Περὶ τῶν εἰϲ ινοϲ. Ἀβάκαινον, πόλιϲ Ϲικελίαϲ. τὸ ἐθνικὸν Ἀβακαινῖνοϲ ὡϲ Ἀκραγαντῖνοϲ, ὃ οὐκ ἄηθεϲ Ϲικελῶν, Μεταποντῖνοϲ, Λεοντῖνοϲ, Βρεντεϲῖνοϲ, Τερεντῖνοϲ, Ἀρρητῖνοϲ, Ἀϲϲωρῖνοϲ, Ἐρυκῖνοϲ.