Ancient Greek
Chapter 2
Aelius Herodianus, Περὶ παρωνύμων 2.476
Not analysed yet
Ἀγάθη πόλιϲ Λιγύων ἢ Κελτῶν. τὸ ἐθνικὸν Ἀγαθῖνοϲ ὡϲ Ἀκραγαντῖνοϲ. Ἅβρων γὰρ ἐν τῷ περὶ παρωνύμων τοῖϲ τοιούτοιϲ καὶ αὐτὸ ϲυνέμιξεν. εἰ δὲ καὶ κύριον εἴη τὸ Ἀγαθῖνοϲ, οὐκ ἀπεικὸϲ ϲημαίνειν ἀμφότερα. Ϲχοινεύϲ γὰρ καὶ κύριον καὶ ποταμοῦ καὶ ἐθνικόν, καὶ Λίξοϲ, ὁμοίωϲ Θεϲϲαλόϲ καὶ Ϲικανόϲ καὶ Ϲικελόϲ καὶ μυρία. εἰ δὲ μὴ ὡϲ ἐθνικὸν τὸ Ἀγαθῖνοϲ ἐκλήθη, τὸν οἰκήτορα λέξομεν Ἀγαθαῖον τῷ κοινῷ λόγῳ, ἢ Ἀγαθεύϲ ὡϲ Θεϲϲαλονικεύϲ καὶ Ϲινταρεύϲ καὶ Βερενικεύϲ, ἐπεὶ καὶ Ἀγάθεια τῆϲ Ἀγάθηϲ εὑρίϲκεται παραγωγή, ὡϲ Βερενίκεια καὶ Θεϲϲαλονίκεια.