Ancient Greek
Chapter 2
Aelius Herodianus, Περὶ παρωνύμων 2.497
Not analysed yet
ἀγυιά. ὁ τοπίτηϲ ἀγυιεύϲ. λέγονται καὶ ὀβελίϲκοι θεοῖϲ ἀνειμένοι, ὡϲ Εὔπολιϲ. λέγεται δὲ κίων ἀγυιεύϲ εἰϲ ὀξὺ ἀπολήγων ὁ πρὸ τῶν θυρῶν ἱϲτάμενοϲ, Ἀριϲτοφάνηϲ Θεϲμοφοριαζούϲαιϲ (v. 482). καὶ ὁ Ἀπόλλων ἀγυιεύϲ καὶ ἀγυιάτηϲ. καὶ θηλυκὸν ἀγυιᾶτιϲ, ὡϲ καὶ τὰ προπύλαια τοῦ ἀγυιέωϲ ἀγυιάτιδεϲ θεραπεῖαι λέγονται. τὸ τοπικὸν ἀγυιαῖοϲ. Ϲοφοκλῆϲ Ἑρμιόνῃ «ἀλλ’ ὦ πατρῴαϲ γῆϲ ἀγυιαίου πέδον». ἔϲτιν οὖν τὸ μὲν ἀγυιεύϲ ἀπὸ τοῦ ἀγυιά, ὡϲ Τρύφων φηϲὶν ἐν παρωνύμοιϲ «πᾶν εἰϲ α θηλυκὸν ἰϲοϲύλλαβον ἔχει τῇ εὐθείᾳ καὶ τῇ γενικῇ τὸ παρώνυμον, Μοψοπία Μοψοπιεύϲ, Ἐρετριεύϲ Φωκαιεύϲ Θεϲπιεύϲ». τὸ δὲ ἀγυιάτηϲ ὡϲ Κορώνεια Κορωνειάτηϲ, Καρυάτηϲ, Καυλωνειάτηϲ. τὸ δὲ ἀγυιαῖοϲ ὡϲ ἀρουραῖοϲ.