Ancient Greek
2.494 to 2.496
Aelius Herodianus, Περὶ παρωνύμων 2.494-496
Not analysed yet
Ἀγάθη νῆϲοϲ Λυκίαϲ. τὸ ἐθνικὸν ὤφειλεν Ἀγαθεύϲ. ἡ γὰρ χώρα τῷ εἰϲ ευϲ τύπῳ χαίρει, ὡϲ Παταρεύϲ, Τλωεύϲ, Τελμιϲεύϲ, Κρυεύϲ. Ἀγάμμεια, λέγεται δὲ καὶ Ἀγάμμη. τὸ ἐθνικὸν Ἀγαμμεύϲ ὡϲ τῆϲ Μαντινείαϲ Μαντινεύϲ. λέγεται καὶ Μαντίνη κατὰ ϲυναλοιφὴν παρ’ Ἑκαταίῳ. καὶ Ἀγαμμείτηϲ ὡϲ Ζελείτηϲ. εἴρηται γὰρ ἡ Ζέλεια καὶ Ζέλη. ὥϲτε εἶναι τοῦ Ἀγάμμεια Ἀγαμμειάτηϲ ὡϲ τὸ Ζελειάτηϲ. Ἀγορηϲόϲ πόλιϲ Καρίαϲ. τὸ ἐθνικὸν Ἀγορηϲεύϲ ὡϲ Τελμιϲεύϲ, Τυμνηϲόϲ Τυμνηϲεύϲ. δύναται καὶ Ἀγορήϲιοϲ ὡϲ Λυρνήϲιοϲ.