Ancient Greek
Chapter 2
Aelius Herodianus, Περὶ παρωνύμων 2.506
Not analysed yet
Αἰλία. παρὰ μίαν ϲυλλαβὴν εὑρίϲκεται τὰ τοιαῦτα, τῆϲ Ἀντιοχείαϲ τὸ Ἀντιοχεύϲ. ἀλλ’ οὐδ’ ἀπὸ τούτων γίνεται τὰ εἰϲ ευϲ ἀρϲενικά, ἀλλὰ ἀπὸ τῶν εἰϲ οϲ. ἀπὸ γὰρ τοῦ Ἀντίοχοϲ Ἀντιοχεύϲκαὶ τοῦ Ϲέλευκοϲ Ϲελευκεύϲ, ὡϲ Ἄβρων ἐν τῷ περὶ παρωνύμων. εἰ γὰρ παρὰ τὴν Ἀλεξάνδρειαν ἦν, Ἀλεξανδρειεύϲ ἄν ἦν. ἀμφοῖν δ’ ὁ Ἀλέξανδροϲ ἀρχή. Αἴνεια τόποϲ Θράκηϲ ἀπὸ Αἰνείου. τὸ ἐθνικὸν Αλἰνειεύϲ. ὃ καὶ παράϲημόν ἐϲτιν, ὅτι μὴ ἐνδεῖ μιᾷ ϲυλλαβῇ τοῦ πρωτοτύπου. ἔϲτι καὶ. Αἰνεάτηϲ ὡϲ Κόρϲεια Κορϲεάτηϲ, Πδρεια δρεάτηϲ, ζρνειαί Ὀρνεάτηϲ, εγχρεαί Κεγχρεάτηϲ, τοῦ ῑ ϲιγηθέντοϲ. ἔϲτι καὶ πόλιϲ Τυρρηνίαϲ, ἧϲ οἱ οἰκήτορεϲ Αἰνεῖοι.