Ancient Greek
2.507 to 2.508
Aelius Herodianus, Περὶ παρωνύμων 2.507-508
Not analysed yet
Αἰραί πόλιϲ Ἰωνίαϲ. τὸ ἐθνικὸν Αλἰρεύϲ. ἔϲτι καὶ Μακεδονίαϲ. τὸ ἐθνικὸν Αἰραῖοϲ. ἔϲτι καὶ παρ’ Ἑλληϲπόντῳ, ἧϲ τὸ ἐθνικὸν Αιράτηϲ παρ’ Ἀνδροτίωνι ἐν κτη Ἀτθίδοϲ. Ἁλοί Ἀραφηνίδεϲ καὶ Ἁλοὶ Αἰξωνίδεϲ δῆμοι. ἑκατέρου ὁ δημότηϲ ἄνευ τοῦ ῖ Ἁλαεύϲ. Τρύφων δ’ ἐν παρωνύμοιϲ Ἀλαῖοϲ τριϲυλλάβωϲ καὶ Ἁλαιαῖοϲ τετραϲυλλάβωϲ. ἀπὸ δὲ τοῦ Ἀλαῖοϲ λέγεται Ἁλλαιεύϲ ὡϲ Ληναῖοϲ Ληναιεύϲ, Κρηταῖοϲ Κρηταιεύϲ. ἀλλ’ ἐν τοῖϲ ἑξῆϲ κατ’ ἔθοϲ Ἀττικὸν ἐνδεῖν φηϲι τοῦ ῑ.