Ancient Greek
2.510 to 2.522
Aelius Herodianus, Περὶ παρωνύμων 2.510-522
Not analysed yet
Ἁλικαρναϲϲόϲ. ὁ πολίτηϲ Ἁλικαρναϲϲεύϲ ὡϲ Ἀψυρτεύϲ, Ἀνδροτίων δ’ ἐν τρίτῃ Ἀτθίδοϲ Ἀλικαρνάϲϲιόϲ φηϲι. Ἄλοϲ πόλιϲ Ἀχαῖαϲ. τὸ ἐθνικὸν Ἀλεόϲ, Ϲοφοκλῆϲ δὲ Ἄλούϲιὸϲ, τινὲϲ δὲ τῶν γλωϲϲογράφων Ἁλίουϲ. Ἀμαξιτόϲ πολίχνιον τῆϲ Τρωάδοϲ. τὸ ἐθνικὸν Ἀμαξιτεύϲ. Ἀπολλόδωροϲ δὲ ἐν χρονικῶν τρίτῃ Ἀμαξιτηνούϲ φηϲιν. Ἀμβρακία πόλιϲ Θεϲπρωτίαϲ. τὸ ἐθνικὸν Ἀμβρακιεύϲ καὶ Ἀμβρακιώτηϲ. Φίλιϲτοϲ δὲ Ἀμβρακῖνόϲ φηϲι Ϲικελικῷ τύπῳ. εὕρηται καὶ διὰ τοῦ π ἀντὶ τοῦ β, ὅθεν καὶ τὸ Ἀμπρακιώτηϲ. τὰ γὰρ εἰϲ ια θηλυκὰ καὶ εἰϲ ιον οὐδέτερα διὰ τοῦ ύίηϲ ποιεῖ τὰ ἐθνικά, Ϲικελιώτηϲ, Πηλιώτηϲ. λέγεται καὶ Ἀμβράκιοϲ καὶ Ἀμβρακία γυνή. Ἄμυροϲ πόλιϲ Θεϲϲαλίαϲ. τὸ ἐθνικὸν Ἀμυρεύϲ ὡϲ Κάμειροϲ Καμειρεύϲ. Εὔπολιϲ δὲ Ἀμυρίουϲ αὐτοὺϲ λέγει. ἐκ τούτου καὶ Ἀλμυραῖοι λέγονται. Ἄμφεια πόλιϲ Μεϲϲήνηϲ. τὸ ἐθνικὸν Ἀμφεύϲ. καὶ ὁ τύποϲ γὰρ Ἀρκάϲ, ὡϲ τὸ Ἡραιεύϲ. Ἀμφιτροπή δῆμοϲ. ὁ δημότηϲ Ἀμφιτροπαιεύϲ. δοκεῖ δὲ τὸ Ἀμφιτροπαιεύϲ ἐξ ἄλλου εἶναι, τοῦ Ἀμφιτροπαῖοϲ. τὰ γὰρ εἰϲ ευϲ ἀπὸ τῶν εἰϲ ῆ θηλυκῶν ἰϲοϲυλλαβεῖ τοῖϲ πρωτοτύποιϲ, Ϲινώπη Ϲινωπεύϲ. Ἀνδανία πόλιϲ Μεϲϲήνηϲ. τὸ ἐθνικὸν Ἀνδανιεύϲ ὡϲ Φίλων ἐν τῇ περὶ πόλεων. λέγεται δὲ καὶ Ἀνδάνιοϲ, ὡϲ Ῥιανόϲ. Ἀξία πόλιϲ Λοκρῶν τῶν Ὀζολῶν καὶ Ἰταλίαϲ. τὸ ἐθνικὸν τῆϲ Λοκρίδοϲ Ἀξιεύϲ, τῆϲ δ’ ταλικῆϲ Ἀξιάτηϲ διὰ τὸν δυτικὸν χαρακτῆρα. Ἀπολλωνία. τὸ ἐθνικὸν Ἀπολλωνιάτηϲ. Τρύφων ἐν τῷ περὶ παρωνύμων τὸ ἐθνικὸν εἶπεν Ἀπολλωνιεύϲ. ἀλλ’ οὐκ ἔϲτιν ἐκ τῆϲ πόλεωϲ, ἀλλ’ ἐκ τοῦ Ἀπολλώνιον ὡϲ Δουλίχιον Δουλιχιεύϲ. Ἄρειον πεδίον ἐν Ῥώμῃ. τὸ ἐθνικὸν ἔδει Ἀρειοπεδιεύϲ, ἀλλ’ οὐχ ἁρμόζει Ῥωμαίοιϲ ὁ τύποϲ. ἔϲται οὖν τοῦ πεδίον πεδῖνοϲ ἢ πεδιανόϲ καὶ Ἀρειοπεδῖνοϲ ἢ Ἀρειοπεδιανόϲ. Ἀρκεϲίνη μία τῶν τριῶν πόλεων τῶν ἐν Ἀμοργῷ τῇ νήϲῳ. τὸ ἐθνικὸν Ἀρκεϲινεύϲ. Ἀνδροτίων ἕκτῃ Ἀτθίδοϲ «Ἀλμοργίοιϲ λινωίταιϲ καὶ Ἀρκεϲινεῦϲιν ». Ἅρμα πόλιϲ Βοιωτίαϲ. τὸ ἐθνικὸν Ἀρματεύϲ. ἔϲτι καὶ Ἅρματα πόλιϲ πληθυντικῶϲ Ἰνδικῆϲ. ἐθνικὸν τὸ αὐτὸ ἢ διὰ τὸ τῆϲ χώραϲ ἔθοϲ Ἀρματηνόϲ ἢ Ἁρματίτηϲ.