Ancient Greek
Chapter 2
Aelius Herodianus, Περὶ παρωνύμων 2.509
Not analysed yet
Ἀλεξάνδρεια. τὸ ἐθνικὸν Ἀλεξανδρεύϲ ἐκ τῆϲ Ἀλεξάνδρουγενικῆϲ. τὸ θηλυκὸν ὡϲ ἀπὸ τοῦ Ϲινωπεύϲ Ϲινωπίϲ οὕτωϲ ἀπὸ τοῦ Ἀλεξανδρεύϲ Ἀλεξανδρίϲ. Δίδυμοϲ δὲ παρατίθεται χρῆϲιν ἐξ Ἐρατοϲθένουϲ τοῦ Ἀλεξανδρίτηϲ. Φαβωρῖνοϲ δὲ ἐν τῷ περὶ Κυρηναικῆϲ πόλεωϲ Ἀλεξανδρειώτην φηεὶ παρὰ τὴν Ἀλεξανδρειανόϲ ὡϲ λύρλεια Μυρλειανόϲ, Ἡράκλεια Ἡρακλειανόϲ. λέγεται καὶ Ἀλεξάνδρειοϲ κτητικόν. Nικάνωρ δὲ ὁ Ἑρμείου ἐν τῇ περὶ Ἀλεξανδρείαϲ πρώτῃ ταῦτα πάντα κυροῖ, καὶ τὸ Ἀλεξανδρῖνοϲ καὶ τὸ Ἀλεξανδρίνηϲ, οὐ μέντοι τὸ Ἀλεξανδρεώτηϲ.