Ancient Greek
2.596 to 2.600
Aelius Herodianus, Περὶ παρωνύμων 2.596-600
Not analysed yet
Φοιτίαι πόλιϲ Ἀκαρνανίαϲ. τὸ ἐθνικὸν Φοιτιεύϲ καὶ Φοίτιοι, ὡϲ Ἑλλάνικοϲ ἐν τοῖϲ Τρωϊκοῖϲ. Φορίεια κώμη Ἀρκαδίαϲ. τὸ ἐθνικὸν Φοριεύϲ, ὡϲ Εφοροϲ ἐν τῇ Ϛ’ τῶν ἱϲτοριῶν. Χαλκητόριον πόλιϲ Κρήτηϲ. ὁ πολίτηϲ Χαλκητορεύϲ. Ἀπολλόδωροϲ τετάρτῳ χρονικῶν «μεθ’ οὖ Χαρίδημοϲ ἦν φυγὰϲ Χαλκητορεύϲ ». Κρατερὸϲ δ’ ἐν τῷ περὶ ψηφιϲμάτων Χαλκήτοραϲ αὐτούϲ φηϲι. Χήν πόλιϲ τῆϲ Λακωνικῆϲ. ὁ πολίτηϲ Χηνιεύϲ, ἀλλὰ καὶ Χηνεύϲ, ὡϲ Πλάτων ἐν Πρωταγόρᾳ (p. 343) «τούτων τῶν ἀνδρῶν ἦν Θαλῆϲ καὶ ΤΠιττακὸϲ καὶ Βίαϲ καὶ Κλεόβουλοϲ καὶ Ϲόλων ὁ ἡμέτεροϲ καὶ Μύϲων ὁ Χηνεὺϲ καὶ ἕβδομοϲ ἐξ αὐτῆϲ τῆϲ Λακεδαίμονοϲ Χίλων». Χρυϲαορίϲ πόλιϲ Καρίαϲ. τὸ ἐθνικὸν Χρυϲαορεύϲ, ὡϲ Ἀπολλώνιοϲ ἐν Καρικοῖϲ «Ταυροπολῖται μὲν ϲυνεμάχουν καὶ Χρυϲαορεῖϲ κω Πλαραϲεῖϲ».