Ancient Greek
Chapter 2
Aelius Herodianus, Περὶ παρωνύμων 2.601
Not analysed yet
Ωρωπόϲ πόλιϲ Βοιωτίαϲ. τὸ ἐθνικὸν Ὠρωπεύϲ ὡϲ Ἀπολλόδωροϲ ἐν νεῶν καταλόγου πρώτῃ «ἔϲτι δ’ ἡΓραῖα τόποϲ, τῶν Ὠρωπέων πόλιϲ». Ϲτράβων δ’ ἐν τῇ ἐνάτῃ (p. 391) φηϲίν «ἀπὸ τῆϲ Ὠρωπίαϲ ἐπὶ τὴν δύϲιν »ὡϲ ἀπὸ τοῦ Ὠρώπιοϲ· εἰ γὰρ ἦν ἀπὸ τοῦ Ὠρωπιεύϲ, Ὠρωπιάϲ ἄν εἶπε. Παυϲανίαϲ δὲ ἐν τῷ ἑβδόμῳ (c. 11, 4) φηϲὶν τὸ ἐθνικὸν οὕτωϲ «καταφεύγουϲιν ἐπὶ τὴν Ῥωμαίων βουλὴν οἱ Ὠρώπιοι ». καὶ Θουκυδίδηϲ δευτέρᾳ (c. 23) «παριόντεϲ Ὠρωπὸν τὴν γῆν Γραϊκὴν καλουμένην, ἣν νέμονται Ὠρώπιοι Ἀθηναίων ὑπήκοοι, ἐδήωϲαν ». καὶ Θεόπομποϲ ἐν Ϛ’ Ἑλληνικῶν «ἀνακοινοῦνται τῶν Ὠρωπίων Τηλέφῳ καὶ τοῖϲ μετ’ ἐκείνου βουλομένοιϲ καὶ τὸν Ὠρωπὸν ὑπάρχειν αὐτοῖϲ ». Περὶ τῶν εἰϲ ωϲ.