Ancient Greek
Section 11
Aelius Herodianus, Περὶ συντάξεως τῶν στοιχείων 11
Not analysed yet
11. Choer. 691, 13: ἐν τῷ τέτυπται τὸ φ εἰϲ τὸ π ἐτράπη καὶ ἐν τῷ νένυκται τὸ β εἰϲ τὸ κ, ὅτι οὐκ ἠδύνατο οὕτε τὸ φ οὕτε τὸ χ πρὸ τοῦ τ εἶναι οὕτε κατὰ ϲύλληψιν οὕτε κατὰ διάϲταϲιν· κατὰ διάϲταϲιν μέν, ἐπειδὴ οὐδέποτε οὕτε ϲυλλαβὴ οὕτε λέξιϲ εἰϲ δαϲὺ καταλήγει, ὅθεν τὸ Ἀτθίϲ καὶ Ϲαπφώ καὶ Βάκχοϲ τὰ πρῶτα διὰ ψιλῶν γράφομεν· κατὰ ϲύλληψιν δὲ οὐκ ἠδύνατο οὕτε τὸ φ οὕτε τὸ χ πρὸ τοῦ τ εἶναι, ἐπειδὴ τὸ φ καὶ τὸ χ δαϲέα εἰϲί, τὸ δὲ τ ψιλόν. ψιλὰ δὲ ψιλῶν ἡγοῦνται καὶ δαϲέα δαϲέων καὶ μέϲα μέϲων κατὰ ϲύλληψιν οἷον πρῶϲιϲ, κτύποϲ, χθών, ἑβδομάϲ, ἐρίγδουποϲ, ὀγδόη· πῶϲ οὖν τὸ φ καὶ τὸ 2 δαϲέα ὄντα ἠδύναντο τοῦ τ ψιλοῦ ὄντοϲ προηγεῖϲθαι κατὰ ϲύλληψιν;