Ancient Greek
Section 2
Aelius Herodianus, Περὶ συντάξεως τῶν στοιχείων 2
Not analysed yet
2. Ep. Cr. I 158 (128), E. M. 351, 8: εἴκω, ὁ μέϲοϲ παρακείμενοϲ οἶκα καὶ πλεοναϲμῷ τοῦ ε ἔοικα, ὁ μέϲοϲ ὑπερϲυντέλικοϲ ἐῴκειν καὶ ὤφειλεν εἶναι ἠοίκειν ἀλλὰ κανών ἐϲτιν ὁ λέγων, ὅτι οὐδέποτε λέξιϲ Ἑλληνικὴ εὑρίϲκεται ἀπὸ τοῦ η ἀρχομένη ἐπιφερομένου τοῦ ο, χωρὶϲ εἰ μὴ ἐν διφθόγγῳ εἴη ἢ κατὰ διάλεκτον. πρόϲκειται «εἰ μὴ ἐν διφθόγγῳ» διὰ τὸ ἠοῦϲ ἠοῖ καὶ «πρωῒ δ᾿ ὑπηοῖοι» (Θ 530, Ϲ 277. 303). «κατὰ διάλεκτον» διὰ τὸ ἠῶ οἱ γὰρ Ἴωνεϲ διαλύοντεϲ λέγουϲιν ἠόα. κατὰ τοῦτον τὸν κανόνα ἐγένετο ὑπερβιβαϲμὸϲ τοῦ χρόνου καὶ τὸ μὲν ε ἐφυλάχθη διὰ τὸ ο, τὸ δὲ ο ἠμείφθη εἰϲ ω καὶ ἔμεινε τὸ ῑ προϲγεγραμμένον. ὅμοιόν ἐϲτι τὸ ἑώρταζον καὶ ἐώργειν καὶ ἐώλπειν.