Ancient Greek
Section 24
Aelius Herodianus, Περὶ συντάξεως τῶν στοιχείων 24
Not analysed yet
24. E. M. 324, 14: ἐκ Ῥώμηϲ: ἡ ἐξ πρόθεϲιϲ, ὅταν αὐτῇ ϲύμφωνον ἐπιφέρηται, τρέπει τὸ ξ εἰϲ κ· δεῖ δὲ προϲθεῖναι χωρὶϲ εἰ μὴ εὑρεθῇ μετὰ παρέλκοντοϲ οἷον ὡϲ παρὰ Ἀρχιλόχῳ «διὲξ ϲωλῆνοϲ» καὶ πάλιν «διὲξ τὸ μύρτον» ἀντὶ τοῦ διὰ τὸ μύρτον, ϲημαίνει δὲ τὴν μυρϲίνην. ἔτι δεῖ προϲθεῖναι καὶ χωρὶϲ εἰ μὴ εὑρεθῇ ἐν τέλει ϲτίχου οἷον ὡϲ παρὰ Θεοκρίτῳ ἔνθα μιᾶϲ πολλοὶ κατὰ κλίμακοϲ ἀμφοτέρων ἐξ τοίχων ἄνδρεϲ ἔβαινον Ἰηϲονίηϲ ἀπὸ νηόϲ (XXII 30 et 31) καὶ χωρὶϲ τοῦ πάρεξ. ταῦτα πάντα ἐϲημειωϲάμεθα, ἐπειδὴ ἐπὶ τούτων τῶν χρήϲεων ἐφυλάχθη τὸ ξ τῆϲ προθέϲεωϲ ϲυμφώνου ἐπιφερομένου.