Ancient Greek
Section 5
Aelius Herodianus, Περὶ συντάξεως τῶν στοιχείων 5
Not analysed yet
5. Choer. Dictat. 101, 20: ὅτι τὸ ῑ ἀϲθενέϲτερόν ἐϲτι πάντων τῶν φωνηέντων, δῆλον ἐντεῦθεν. τῶν φωνηέντων τὰ μέν εἰϲι προτακτικά, τὰ δὲ ὑποτακτικά. καὶ προτακτικὰ μέν εἰϲι ταῦτα, ᾱ, ε, η, ο, ω, ὑποτακτικὰ δὲ δύο ῑ καὶ ῡ. καὶ τὸ ῡ δὲ τὸ ὑποτακτικὸν πολλάκιϲ εὑρίϲκεται τοῦ ῑ προτακτικόν, ὡϲ ἐν τῷ μυῖα καὶ ἅρπυια καὶ υἱόϲ καὶ τοῖϲ ὁμοίοιϲ. εἰ ἄρα οὖν τὸ ῑ καὶ τοῦ ὑποτακτικοῦ ὑποτακτικόν ἐϲτι, δηλονότι ἀϲθενέϲτερόν ἐϲτι πάντων τῶν φωνηέντων.