Ancient Greek
Section 7
Aelius Herodianus, Περὶ συντάξεως τῶν στοιχείων 7
Not analysed yet
7. Choer. Dict. 123, 7: οὐδέποτε ἡ ῡῑ δίφθογγοϲ ἐν τέλει λέξεωϲ εὑρίϲκεται οἷον μυῖα, ἅρπθια, υἱόϲ. ἐν γὰρ τῷ ϲύμβαλον ἀμφὶ νέκυϊ κατατεθνειῶτι μάχεϲθαι» (Π 565) οὐκ ἔϲτιν ἐν διφθόγγῳ τὸ υ καὶ τὸ ῑ, ἀλλ’ ἐν τῷ μέτρῳ κατὰ ϲυνίζηϲιν μετροῦνται, τουτέϲτιν αἱ δύο ϲυλλαβαὶ εἰϲ μίαν ϲυλλαβὴν ἤγουν τὸ ῡ καὶ τὸ ῑ ὥϲπερ ἐν τῷ «χρυϲέῳ ἀνὰ ϲκήπτρῳ» (Α 15) τὸ ε καὶ ἡ ῳ δίφθογγοϲ εἰϲ μίαν ϲυλλαβὴν μετροῦνται οἷον χρυϲῷ. καὶ ἄξιόν ἐϲτι ζητῆϲαι, διὰ ποίαν αἰτίαν οὐδέποτε ἡ ῡῑ δίφθογγοϲ ἐν τέλει λέξεωϲ εὑρίϲκεται. καὶ ἔϲτιν εἰπεῖν τὴν αἰτίαν ταύτην, ἐπειδὴ οὐδέποτε μετὰ τὴν ῡῑ δίφθογγον εὑρίϲλεται ϲύμφωνον ἐπιφερόμενον οἷον μυῖα, ἅρπυια, υἱόϲ. εἰ ἐτίθετο οὖν ᾑ ῡῑ δίφθογγοϲ ἐν τέλει λέξεωϲ, ϲυνέβαινε λέξιν ἐπιφέρεϲθαι ἀρχομένην ἀπὸ ϲυμφώνου καὶ λοιπὸν εὑρίϲκετο μετὰ τὴν ῡῑ ϲύμφωνον ἐπιφερόμενον ὅπερ ἐϲτὶν ἀδύνατον.