Ancient Greek
2
Aelius Herodianus, Περὶ τῶν εἰς μι 2.2
Not analysed yet
ἰϲτέον δὲ ὅτι τὰ εἰϲ μι ἀποϲτρέφεται τὴν ὀξεῖαν τάϲιν οἶον τίθημι, εἶμι ὃ ϲημαίνει τὸ πορεύομαι, χωρίϲ τοῦ εἰμί τοῦ ϲημαίνοντοϲ τὸ ὑπάρχω καὶ τοῦ φημί καὶ τοῦ ἠμί τοῦ ϲημαίνοντοϲ τὸ λέγω. ἔϲτι δὲ ἀπολογήϲαϲθαι περὶ τοῦ εἰμί καὶ φημί, ὅτι διά τοῦτο ταῦτα ὀξύνεται, ἐπειδὴ ἐγκλιτικά ἐϲτι οἶον ἄνθρωπόϲ εἰμι, αἰδεῖϲθαί φηϲι· τὰ δὲ ἐγκλιτικὰ αὐτὰ καθ᾿ ἑαυτὰ ὄντα ἐν τῇ τελευταίᾳ ϲυλλαβῇ θέλει ἔχειν τὸν τόνον οἶον ἐϲτί, τινῶν, πῶϲ, τέ. πρόϲκειται «αὐτὰ καθ’ ἑαυτὰ ὄντα», ἐπειδὴ ἐν τῇ ϲυντάξει ἀναπέμπει τὸν ἴδιον τόνον ἢ τῇ προηγουμένῃ λέξει οἷον ἄνθρωπόϲἐϲτιν, ὑπέρ τινων, καί πωϲ, Ἀρκεϲίλαόϲ τε, ἢ τῇ προηγουμένῃ ϲυλλαβῇ οἷον ἤκουϲαν ἥμων, δέδωκεν ἥμιν· οὕτωϲ οὖν καὶ τὸ εἰμί καὶ τὸ φημί ἐγκλιτικὰ ὄντα οἶον ἄνθρωπόϲ εἰμι, ἐγώ φημι, εἰκότωϲ ἐν τῇ τελευταίᾳ ϲυλλαβῇ ἔχει τὸν τόνον αὐτὰ καθ᾿ ἑαυτὰ ὄντα ἐν δὲ τῇ τελευταίᾳ ἔχοντα τὸν τόνον εὐλόγωϲ ὀξύνεται καὶ οὐ περιϲπᾶται, ἐπειδὴ βραχυκαταληκτεῖ· περιϲπωμένη οὔτε ἐπάνω βραχείαϲ τίθεται, οὕτε ἐπάνω θέϲει μακρᾶϲ· τὸ δὲ εἶμι τὸ ϲημαῖνον τὸ πορεύομαι οὐκ ἔϲτιν ἐγκλιτικόν, ὡϲ δηλοῖ ὁ τόνοϲ· βαρύνεται γάρ.